Leviticus 18

CHAPTER 18

Laws Regarding Indecency

1και ελάλησε κύριος προς Μωυσήν λέγων 2λάλησον τοις υιοίς Ισραήλ και ερείς προς αυτούς εγώ κύριος ο θεός υμών 3κατά τα επιτηδεύματα της γης Αιγύπτου εν η παρωκήσατε εν αυτή ου ποιήσετε και κατά τα επιτηδεύματα της γης Χαναάν εις ην εγώ εισάγω υμάς εκεί ου ποιήσετε και τοις νομίμοις αυτών ου πορεύσεσθε 4τα κρίματά μου ποιήσετε και τα προστάγματά μου φυλάξεσθε και πορεύεσθε εν αυτοίς εγώ κύριος ο θεός υμών 5και φυλάξεσθε πάντα τα προστάγματά μου και πάντα τα κρίματά μου και ποιήσετε αυτά α ποιήσας αυτά άνθρωπος ζήσεται εν αυτοίς εγώ κύριος ο θεός υμών 6άνθρωπος άνθρωπος προς πάντα οικεία σαρκός αυτού ου προσελεύσεται αποκαλύψαι ασχημοσύνην εγώ κύριος 7ασχημοσύνην του πατρός σου και ασχημοσύνην της μητρός σου ουκ αποκαλύψεις μήτηρ γαρ σου εστίν την ασχημοσύνην αυτής ουκ αποκαλύψεις 8ασχημοσύνην γυναικός πατρός σου ουκ αποκαλύψεις ασχημοσύνη πατρός σου εστίν 9ασχημοσύνην της αδελφής σου εκ πατρός σου η εκ μητρός σου ενδογενούς η γεγεννημένης έξω ουκ αποκαλύψεις την ασχημοσύνην αυτών 10ασχημοσύνην θυγατρός υιού σου η θυγατρός θυγατρός σου ουκ αποκαλύψεις την ασχημοσύνην αυτών ότι ση ασχημοσύνη εστίν 11ασχημοσύνην θυγατρός γυναικός πατρός σου ουκ αποκαλύψεις ομοπάτρια αδελφή σου εστίν ουκ αποκαλύψεις την ασχημοσύνην αυτής 12ασχημοσύνην αδελφής πατρός σου ουκ αποκαλύψεις οικεία γαρ πατρός σου εστίν 13ασχημοσύνην αδελφής μητρός σου ουκ αποκαλύψεις οικεία γαρ μητρός σου εστίν 14ασχημοσύνην αδελφού του πατρός σου ουκ αποκαλύψεις και προς την γυναίκα αυτού ουκ εισελεύση συγγενής γαρ σου εστίν 15ασχημοσύνην νύμφης σου ουκ αποκαλύψεις γυνή γαρ υιού σου εστίν ουκ αποκαλύψεις την ασχημοσύνην αυτής 16ασχημοσύνην γυναικός αδελφού σου ουκ αποκαλύψεις ασχημοσύνη αδελφού σου εστίν 17ασχημοσύνην γυναικός και θυγατρός αυτής ουκ αποκαλύψεις την θυγατέρα του υιού αυτής και την θυγατέρα της θυγατρός αυτής ου λήψη αποκαλύψαι την ασχημοσύνην αυτών οικείαί σου εισίν ασέβημά εστι 18γυναίκα επ΄ αδελφή αυτής ου λήψη αντίζηλον αποκαλύψαι την ασχημοσύνην αυτής επ΄ αυτή έτι ζώσης αυτής 19και προς γυναίκα εν χωρισμώ ακαθαρσίας αυτής ουκ εισελεύση αποκαλύψαι την ασχημοσύνην αυτής 20και προς την γυναίκα του πλησίον σου ου δώσεις κοίτην σπέρματός σου του εκμιανθήναι προς αυτήν 21και από του σπέρματός σου ου δώσεις λατρεύειν άρχοντι και ου βεβηλώσεις το όνομα το άγιον εγώ κύριος 22και μετά άρσενος ου κοιμηθήση κοίτην γυναικείαν βδέλυγμα γαρ εστι 23και προς παν τετράπουν ου δώσεις κοίτην σου εις σπερματισμόν εκμιανθήναι προς αυτό και γυνή ου στήσεται προς παν τετράπουν βιβασθήναι μυσαρόν γαρ εστι 24μη μιαίνεσθε εν πάσι τούτοις εν πάσι γαρ τούτοις εμιάνθησαν τα έθνη α εγώ εξαποστελλώ προ προσώπου υμών 25και εξεμιάνθη η γη και ανταπέδωκα αδικίαν αυτοίς δι΄ αυτήν και προσώχθισεν η γη τοις εγκαθημένοις επ΄ αυτής 26και φυλάξεσθε πάντα τα νόμιμά μου και τα προστάγματά μου και ου ποιήσετε από παντων των βδελυγμάτων τούτων ο εγχώριος και ο προσγενόμενος προσήλυτος εν υμίν 27πάντα γαρ τα βδελύγματα ταύτα εποίησαν οι άνθρωποι της γης οι όντες πρότερον υμών και εμιάνθη η γη 28και ίνα μη προσοχθίση υμίν η γη εν τω μιαίνειν υμάς αυτήν ον τρόπον προσώχθισε τοις έθνεσι τοις προ υμών 29ότι πας ος αν ποιήση από πάντων των βδελυγμάτων τούτων εξολοθρευθήσονται αι ψυχαί αι ποιούσαι εκ μέσου του λαού αυτών 30και φυλάξετε τα προστάγματά μου όπως μη ποιήτε από πάντων των νομίμων των εβδελυγμένων α γέγονε προ του υμάς και ου μιανθήσεσθε εν αυτοίς ότι εγώ κύριος ο θεός υμών
Copyright information for ABPGRK