Leviticus 19

CHAPTER 19

Laws Regarding Social Conduct

1και ελάλησε κύριος προς Μωυσήν λέγων 2λάλησον πάση τη συναγωγή των υιών Ισραήλ και ερείς προς αυτούς άγιοι έσεσθε ότι άγιος εγώ κύριος ο θεός υμών 3έκαστος πατέρα αυτού και μητέρα αυτού φοβείσθω και τα σάββατά μου φυλάξεσθε εγώ κύριος ο θεός υμών 4ουκ επακολουθήσετε ειδώλοις και θεούς χωνευτούς ου ποιήσετε υμίν εγώ κύριος ο θεός υμών 5και εάν θύσητε θυσίαν σωτηρίου τω κυρίω δεκτήν υμών θύσετε 6η αν ημέρα θύσετε βρωθήσεται και τη άυριον και αν καταλειφθή έως ημέρας τρίτης εν πυρί κατακαυθήσεται 7εάν δε βρώσει βρωθή τη ημέρα τη τρίτη άθυτόν εστιν ου δεχθήσεται 8ο δε έσθων αυτό αμαρτίαν λήψεται ότι τα άγια κυρίου εβεβήλωσε και εξολοθρευθήσονται αι ψυχαί αι εσθίουσαι εκ του λαού αυτών 9και εκθεριζόντων υμών τον θερισμόν της γης υμών ου συντελέσετε τον θερισμόν υμών του αγρού σου εκθερίσαι και τα αποπίπτοντα του θερισμού σου ου συλλέξεις 10και τον αμπελώνά σου ουκ επανατρυγήσεις ουδέ τας ρώγας του αμπελώνός σου συλλέξεις τω πτωχώ και τω προσηλύτω καταλείψεις αυτά εγώ κύριος ο θεός υμών 11ου κλέψετε και ου ψεύσεσθε ουδέ συκοφαντήσει έκαστος τον πλησίον 12και ουκ ομείσθε τω ονόματί μου επ΄ αδίκω και ου βεβηλώσετε το όνομα το άγιον του θεού υμών εγώ κύριος ο θεός υμών 13ουκ αδικήσεις τον πλησίον και ουχ αρπάσεις και ου κοιμηθήσεται ο μισθός του μισθωτού σου παρά σοι έως πρωϊ 14ου κακώς ερείς κωφόν και απέναντι τυφλού ου προσθήσεις σκάνδαλον και φοβηθήση κύριον τον θεόν σου εγώ κύριος ο θεός υμών 15ου ποιήσετε άδικον εν κρίσει ου λήψη πρόσωπον πτωχού ουδέ μη θαυμάσης πρόσωπον δυνάστου εν δικαιοσύνη κρινείς τον πλησίον σου 16ου πορεύση δόλω εν τω έθνει σου ουκ επισυστήση εφ΄ αίματι του πλησίον σου εγώ κύριος ο θεός υμών 17ου μισήσεις τον αδελφόν σου τη διανοία σου ελεγμώ ελέγξεις τον πλησίον σου και ου λήψη δι΄ αυτόν αμαρτίαν 18και ουκ εκδικάταί σου η χειρ και ου μηνιείς τοις υιοίς του λαού σου και αγαπήσεις τον πλησίον σου ως εαυτόν εγώ κύριος ο θεός υμών 19τον νόμον μου φυλάξεσθε τα κτήνη σου ου κατοχεύσεις ετεροζύγω και τον αμπελώνά σου ου κατασπερείς διάφορον και ιμάτιον εκ δύο υφασμένον κίβδηλον ουκ επιβαλείς σεαυτώ 20και εάν τις κοιμηθή μετά γυναικός κοίτην σπέρματος και αυτή οικέτις διαπεφυλαγμένη ανθρώπω και αυτή λύτροις ου λελύτρωται η ελευθερία ουκ εδόθη αυτή επισκοπή έσται αυτοίς ουκ αποθανούνται ότι ουκ απηλευθερώθη 21και προσάξει της πλημμελείας αυτού τω κυρίω παρά την θύραν της σκηνής του μαρτυρίου κριόν πλημμελείας 22και εξιλάσεται περί αυτού ο ιερεύς εν τω κριώ της πλημμελείας έναντι κυρίου περί της αμαρτίας αυτού ης ήμαρτε και αφεθήσεται αυτώ η αμαρτία ην ήμαρτεν 23όταν δε εισέλθητε εις την γην ην κύριος ο θεός υμών δίδωσιν υμίν και καταφυτεύσητε παν ξύλον βρώσιμον και περικαθαριείτε την ακαθαρσίαν αυτού ο καρπός αυτού τρία έτη έσται υμίν απερικάθαρτος ου βρωθήσεται 24και τω έτει τω τετάρτω έσται πας ο καρπός αυτού άγιος αινετός τω κυρίω 25εν δε τω έτει τω πέμπτω φάγεσθε τον καρπόν αυτού πρόσθεμα υμίν τα γεννήματα αυτού εγώ κύριος ο θεός υμών 26μη έσθετε επί των ορεών και ουκ οιωνιείσθε ουδέ ορνιθοσκοπήσεσθε 27ου ποιήσετε σισόην εκ της κόμης της κεφαλής υμών ουδέ φθερείτε την όψιν του πώγωνος υμών 28και εντομίδας ου ποιήσετε επί ψυχή εν τω σώματι υμών και γράμματα στικτά ου ποιήσετε εν υμίν εγώ κύριος ο θεός υμών 29ου βεβηλώσεις την θυγατέρα σου εκπορνεύσαι αυτήν και ουκ εκπορνεύσει η γη και πλησθήσεται η γη ανομίας 30τα σάββατά μου φυλάξεσθε και από των αγίων μου φοβηθήσεσθε εγώ κύριος 31ουκ επακολουθήσετε εγγαστριμύθοις και τοις επαοιδοίς ου προσκολληθήσεσθε εκμιανθήναι εν αυτοίς εγώ κύριος ο θεός υμών 32από προσώπου πολιού εξαναστήση και τιμήσεις πρόσωπον πρεσβυτέρου και φοβηθήση τον θεόν σου εγώ κύριος ο θεός υμών 33εάν δε τις προσέλθη υμίν προσήλυτος εν τη γη υμών ου θλίψετε αυτόν 34ως ο αυτόχθων εν υμίν έσται ο προσήλυτος ο προσπορευόμενος προς υμάς και αγαπήσεις αυτόν ως σεαυτόν ότι προσήλυτοι εγενήθητε εν γη Αιγύπτου εγώ κύριος ο θεός υμών 35ου ποιήσετε άδικον εν κρίσει εν μέτροις και εν σταθμίοις και εν ζυγοίς 36ζυγά δίκαια και μέτρα στάθμια δίκαια και χους δίκαιος έσται υμίν εγώ κύριος ο θεός υμών ο εξαγαγών υμάς εκ γης Αιγύπτου 37και φυλάξεσθε πάντα τα νόμιμά μου και πάντα τα προστάγματά μου και ποιήσετε αυτά εγώ κύριος
Copyright information for ABPGRK