Leviticus 2

CHAPTER 2

The Gift Offerings

εάν δε ψυχή προσφέρη δώρον θυσίαν τω κυρίω σεμίδαλις έσται το δώρον αυτού και επιχεεί επ΄ αυτό έλαιον και επιθήσει επ΄ αυτό λίβανον θυσία εστί και οίσει αυτήν προς τους υιούς Ααρών τους ιερείς και δραξάμενος απ΄ αυτής πλήρη την δράκα από της σεμιδάλεως συν τω ελαίω και πάντα τον λίβανον αυτής και επιθήσει ο ιερεύς το μνημόσυνον αυτής επί το θυσιαστήριον θυσία οσμή ευωδίας τω κυρίω και το λοιπόν από της θυσίας Ααρών και τοις υιοίς αυτού άγιον των αγίων από των θυσιών κυρίου εάν δε προσφέρη δώρον θυσίαν πεπεμμένην εν κλιβάνω εκ σεμιδάλεως άρτους αζύμους πεφυραμένους εν ελαίω και λάγανα άζυμα διακεχρισμένα εν ελαίω εάν δε θυσία από τηγάνου το δώρόν σου σεμίδαλις πεφυραμένη εν ελαίω άζυμα έσται και διαθρύψεις αυτά κλάσματα και επιχεείς επ΄ αυτά έλαιον θυσία εστί κυρίω εάν δε θυσία από εσχάρας το δώρόν σου σεμίδαλις εν ελαίω ποιηθήσεται και προσοίσεις την θυσίαν ην αν ποιήση εκ τούτων τω κυρίω και προσοίσεις προς τον ιερέα και προσεγγίσας προς το θυσιαστήριον αφελεί ο ιερεύς από της θυσίας το μνημόσυνον αυτής και επιθήσει ο ιερεύς επί το θυσιαστήριον κάρπωμα οσμήν ευωδίας τω κυρίω 10 το δε καταλειφθέν από της θυσίας Ααρών και τοις υιοίς αυτού άγια των αγίων από των καρπωμάτων κυρίου 11 πάσαν θυσίαν ην αν προσφέρητε τω κυρίω ου ποιήσετε ζυμωτόν πάσαν γαρ ζύμην και παν μέλι ου προσοίσετε απ΄ αυτού καρπώσαι τω κυρίω δώρον 12 απαρχής προσοίσετε αυτά τω κυρίω επί δε το θυσιαστήριον ουκ αναβιβασθήσεται εις οσμήν ευωδίας τω κυρίω 13 και παν δώρον θυσίας υμών αλί αλισθήσεται ου διαπαύσεται άλας διαθήκης κυρίου από θυσιασμάτων υμών επί παντός δώρου υμών προσοίσετε άλας 14 εάν δε προσφέρης θυσίαν πρωτογεννημάτων τω κυρίω νέα πεφρυγμένα χίδρα ερικτά τω κυρίω και προσοίσεις την θυσίαν των πρωτογεννημάτων 15 και επιχεείς επ΄ αυτήν έλαιον και επιθήσεις επ΄ αυτήν λίβανον θυσία εστί 16 και ανοίσει ο ιερεύς το μνημόσυνον αυτής από των χίδρων συν τω ελαίω και πάντα τον λίβανον αυτής κάρπωμά εστι κυρίω
Copyright information for ABPGRK