Leviticus 24

CHAPTER 24

The Memorial of the Bread Loaves

1και ελάλησε κύριος προς Μωυσήν λέγων 2εντείλαι τοις υιοίς Ισραήλ και λαβέτωσάν σοι έλαιον ελαϊνον καθαρόν κεκομμένον εις φως καύσαι λύχνον διά παντός 3έξωθεν του καταπετάσματος εν τη σκηνή του μαρτυρίου καύσουσιν αυτό Ααρών και οι υιοί αυτού απ΄ εσπέρας έως πρωϊ ενώπιον κυρίου ενδελεχώς νόμιμον αιώνιον εις τας γενεάς υμών 4επί της λυχνίας της καθαράς καύσετε τους λύχνους εναντίον κυρίου έως εις το πρωϊ 5και λήψεσθε σεμίδαλιν και ποιήσετε αυτήν δώδεκα άρτους δύο δεκάτων έσται ο άρτος ο εις 6και επιθήσετε αυτούς δύο θέματα εξ άρτους το εν θέμα επί την τράπεζαν την καθαράν έναντι κυρίου 7και επιθήσετε επί το θέμα λίβανον καθαρόν και άλας και έσονται οι άρτοι εις ανάμνησιν προκείμενα τω κυρίω 8τη ημέρα των σαββάτων προσθήσετε έναντι κυρίου διαπαντός παρά των υιών Ισραήλ διαθήκην αιώνιος 9και έσται Ααρών και τοις υιοίς αυτού και φάγονται αυτά εν τόπω αγίω έστι γαρ άγια αγίων τούτο αυτώ από των θυσιαζομένων τω κυρίω νόμιμον αιώνιον

Cursing the Name of The LORD

10και εξήλθεν υιός γυναικός Ισραηλίτιδος και ούτος ην υιός Αιγυπτίου εν τοις υιοίς Ισραήλ και εμαχέσαντο εν τη παρεμβολή ο εκ της Ισραηλίτιδος και ο άνθρωπος ο Ισραηλίτης 11και επονομάσας ο υιός της γυναικός της Ισραηλίτιδος το όνομα κατηρασατο και ήγαγον αυτόν προς Μωυσήν και το όνομα της μητρός αυτού Σαλωμίθ θυγάτηρ Δαβρει εκ της φυλής Δαν 12και απέθεντο αυτόν εις φυλακήν διακρίναι αυτόν διά προστάγματος κυρίου 13και ελάλησε κύριος προς Μωυσήν λέγων 14εξάγαγε τον καταρασάμενον έξω της παρεμβολής και επιθήσουσιν πάντες οι ακούσαντες τας χείρας αυτών επί την κεφαλήν αυτού και λιθοβολήσουσιν αυτόν πάσα η συναγωγή 15και τοις υιοίς Ισραήλ λάλησον και ερείς προς αυτούς άνθρωπος άνθρωπος εάν καταράσηται θεόν αμαρτίαν λήψεται 16ο ονομάζων δε το όνομα κυρίου θανάτω θανατούσθω λίθοις λιθοβολείτω αυτόν πάσα η συναγωγή εάν τε προσήλυτος εάν τε αυτόχθων εν τω ονομάσαι αυτόν το όνομα κυρίου τελευτάτω 17και άνθρωπος ος αν πατάξη ψυχήν ανθρώπου και αποθάνη θανάτω θανατούσθω 18και ος αν πατάξη κτήνος και αποθάνη αποτισάτω ψυχήν αντί ψυχής 19και εάν τις δώσει μώμον τω πλησίον αυτού ως εποίησεν αυτώ ωσαύτως αντιποιηθήσεται αυτώ 20σύντριμμα αντί συντρίμματος οφθαλμόν αντί οφθαλμού οδόντα αντί οδόντος καθότι αν δω μώμον ανθρώπω ούτως δοθήσεται αυτώ 21ος αν πατάξη άνθρωπον και αποθάνη θανάτω θανατούσθω 22δικαίωσις μία έσται τω προσηλύτω και τω εγχωρίω ότι εγώ κύριος ο θεός υμών 23και ελάλησε Μωυσής τοις υιοίς Ισραήλ και εξήγαγον τον καταρασάμενον έξω της παρεμβολής και ελιθοβόλησαν αυτόν λίθοις και οι υιοί Ισραήλ εποίησαν καθάπερ συνέταξε κύριος τω Μωυσή
Copyright information for ABPGRK