Leviticus 26

CHAPTER 26

Results of Keeping God's Orders

1ου ποιήσετε υμίν αυτοίς χειροποίητα ουδέ γλυπτά ουδέ στήλην αναστήσετε υμίν ουδέ λίθον σκοπόν στήσετε εν τη γη υμών προσκυνήσαι αυτώ εγώ ειμι κύριος ο θεός υμών 2τα σάββατά μου φυλάξεσθε και από των αγίων μου φοβηθήσεσθε εγώ κύριος 3εάν εν τοις προστάγμασί μου πορεύησθε και τας εντολάς μου φυλάξσησθε και ποιήσητε αυτάς 4και δώσω τον υετόν υμίν εν καιρώ αυτού και η γη δώσει τα γεννήματα αυτής και τα ξύλα των πεδίων αποδώσει τον καρπόν αυτών 5και καταλήψεται υμίν ο αλοητός τον τρυγητόν και ο τρυγητός καταλήψεται τον σπόρον και φάγεσθε τον άρτον υμών εις πλησμονήν και κατοικήσετε μετά ασφαλείας επί της γης υμών 6και δώσω ειρήνην εν τη γη υμών και κοιμηθήσεσθε και ουκ έσται υμάς ο εκφοβών και απολώ θηρία πονηρά εκ της γης υμών και πολέμος ου διελεύσεται διά της γης υμών 7και διώξεσθε τους εχθρούς υμών και πεσούνται ενώπιον υμών εν φόνω 8και διώξονται εξ υμών πέντε εκατόν και εκατόν εξ υμών διώξονται μυρίαδας και πεσούνται οι εχθροί υμών ενώπιον υμών μαχαίρα 9και επιβλέψω εφ΄ υμάς και αυξανώ υμάς και πληθυνώ υμάς και στήσω την διαθήκην μου μεθ΄ υμών 10και φάγεσθε και παλαιά παλαιών και παλαιά εκ προσώπου νέων εξοίσετε 11και θήσω την σκηνήν μου εν υμίν και ου βδελύξεται η ψυχή μου υμάς 12και εμπεριπατήσω εν υμίν και έσομαι υμών θεός και υμείς έσεσθέ μοι εις λαόν 13εγώ ειμι κύριος ο θεός υμών ο εξαγαγών υμάς εκ γης Αιγύπτου όντων υμών δούλων και συνέτριψα τον δεσμόν του ζυγού υμών και ήγαγον υμάς μετά παρρησίας

Results of Disobeying God's Orders

14εάν δε μη υπακούσητέ μου μηδέ ποιήσητε τα προστάγματά μου ταύτα 15αλλά απειθήσητε αυτοίς και τοις κρίμασί μου προσοχθίση η ψυχή υμών ώστε υμάς μη ποιείν πάσας τας εντολάς μου ώστε διασκεδάσαι υμάς την διαθήκην μου 16και εγώ ποιήσω ούτως υμίν και επιστήσω εφ΄ υμάς την απορίαν την τε ψώραν και τον ίκτερον σφακελίζοντας τους οφθαλμούς υμών και την ψυχήν υμών εκτήκουσαν και σπερείτε διακενής τα σπέρματα υμών και έδονται αυτά οι υπεναντίοι υμών 17και επιστήσω το πρόσωπόν μου εφ΄ υμάς και πεσείσθε εναντίον των εχθρών υμών και διώξονται υμάς οι μισούντες υμάς και φεύξεσθε ουδενός διώκοντος υμάς 18και εάν τούτου μη υπακούσητέ μου και προσθήσω παιδεύσαι υμάς πληγαίς επτάκις επί ταις αμαρτίαις υμών 19και συντρίψω την ύβριν της υπερηφανίας υμών και θήσω τον ουρανόν υμίν σιδηρούν και την γην υμών ωσεί χαλκήν 20και έσται εις κενόν η ισχύς υμών και ου δώσει η γη υμών τον σπόρον αυτής και το ξύλον του αγρού ου δώσει τον καρπον αυτού 21και εάν μετά ταύτα πορεύησθε πλάγιοι και μη βούλησθε υπακούειν μου προσθήσω υμίν πληγάς επτά κατά τας αμαρτίας υμών 22και αποστελώ εφ΄ υμάς τα θηρία τα αγρία της γης και κατέδεται υμάς και εξαναλώσει τα κτήνη υμών και ολιγοστούς ποιήσω υμάς και ερημωθήσονται αι οδοί υμών 23και εάν επί τούτοις μη παιδευθήτε αλλά πορεύησθε προς με πλάγιοι 24πορεύσομαι καγώ μεθ΄ υμών θυμώ πλαγίω και πατάξω υμάς καγώ επτάκις αντί των αμαρτιών υμών 25και επάξω εφ΄ υμάς μάχαιραν εκδικούσαν δίκην διαθήκης και καταφεύξεσθε εις τας πόλεις υμών και εξαποστελώ θάνατον εφ΄ υμάς και παραδοθήσεσθε εις χείρας των εχθρών 26εν τω θλίψαι υμάς σιτοδεία άρτων πέψουσι δέκα γυναίκες τους άρτους υμών εν κλιβάνω ενί και αποδώσουσι τους άρτους υμίν εν σταθμώ και φάγεσθε και ου μη εμπλησθήτε 27εάν δε επί τούτοις μη υπακούσητέ μου αλλά πορεύησθε προς με πλάγιοι 28και αυτός πορεύσομαι μεθ΄ υμών εν θυμώ πλαγίω και παιδεύσω υμάς εγώ επτάκις κατά τας αμαρτίας υμών 29και φάγεσθε τας σάρκας των υιών υμών και τας σάρκας των θυγατέρων υμών φάγεσθε 30και ερημώσω τας στήλας υμών και εξολοθρεύσω τα ξύλινα χειροποίητα υμών και θήσω τα κώλα υμών επί τα κώλα των ειδώλων υμών και προσοχθιεί η ψυχή μου υμίν 31και θήσω τας πόλεις υμών ερήμους και εξερημώσω τα άγια υμών και ου μη οσφρανθώ της οσμής των θυσιών υμών 32και εξερημώσω εγώ την γην υμών και θαυμάσονται επ΄ αυτή οι εχθροί υμών οι ενοικούντες εν αυτή 33και διασπερώ υμάς εις τα έθνη και εξαναλώσει υμάς επιπορευόμενη η μαχαίρα και έσται η γη υμών έρημος και αι πόλεις υμών έσονται έρημοι 34τότε ευδοκήσει η γη τα σάββατα αυτής πάσας τας ημέρας της ερημώσεως αυτής και υμείς έσεσθε εν τη γη των εχθρών υμών τότε σαββατιεί η γη και ευδοκήσει τα σάββατα αυτής 35πάσας τας ημέρας της ερημώσεως αυτής σαββατιεί α ουκ εσαββάτισεν εν τοις σαββάτοις υμών ηνίκα κατώκειτε αυτήν 36και τοις καταλειφθείσιν εξ υμών επάξω δειλίαν εις την καρδίαν αυτών εν τη γη των εχθρών αυτών και διώξεται αυτούς φωνή φύλλου φερομένου και φεύξονται ως φεύγοντες από πολέμου και πεσούνται ουδενός διώκοντος 37και υπερόψεται ο αδελφός τον αδελφόν αυτού ωσεί εν πολέμω ουδενός κατατρέχοντος και ου δυνήσεσθε αντιστήναι τοις εχθροίς υμών 38και απολείσθε εν τοις έθνεσι και κατέδεται υμάς η γη των εχθρών υμών 39και οι καταλειφθέντες αφ΄ υμών καταφθαρήσονται διά τας αμαρτίας αυτών και διά τας αμαρτίας των πατέρων αυτών εν τη γη των εχθρών αυτών τακήσονται 40και εξαγορεύσουσι τας αμαρτίας αυτών και τας αμαρτίας των πατέρων αυτών ότι παρέβησαν και υπερείδόν με και ότι επορεύθησαν εναντίον μου πλάγιοι 41και εγώ επορεύθην μετ΄ αυτών εν θυμώ πλαγίω και απολώ αυτούς εν τη γη των εχθρών αυτών τότε εντραπήσεται η καρδία αυτών η απερίτμητος και τότε ευδοκήσουσι τας αμαρτίας αυτών

The LORD shall Remember His Covenant

42και μνησθήσομαι της διαθήκης Ιακώβ και της διαθήκης Ισαάκ και της διαθήκης Αβραάμ μνησθήσομαι και της γης μνησθήσομαι 43και η γη εγκαταλειφθήσεται απ΄ αυτών τότε προσδέξεται η γη τα σάββατα αυτής εν τω ερημωθήναι αυτήν δι΄ αυτούς και αυτοί προσδέξονται τας εαυτών ανομίας ανθ΄ ων τα κρίματά μου υπερείδον και τοις προστάγμασί μου προσώχθισαν τη ψυχή αυτών 44και ούτως όντων αυτών εν τη γη των εχθρών αυτών ουχ υπερείδον αυτούς ουδέ προσωχθίσα αυτοίς ώστε εξαναλώσαι αυτούς του διασκεδάσαι την διαθήκην μου την προς αυτούς εγώ γαρ ειμι κύριος ο θεός αυτών 45και μνησθήσομαι διαθήκης αυτών της προτέρας ότε εξήγαγον αυτούς εκ γης Αιγύπτου εξ οίκου δουλείας έναντι των εθνών του είναι αυτών θεός εγώ κύριος 46ταύτα τα κρίματα και τα προστάγματα και ο νόμος ον έδωκε κύριος αναμέσον αυτού και αναμέσον των υιών Ισραήλ εν τω όρει Σινά εν χειρί Μωυσή
Copyright information for ABPGRK