Luke 12

CHAPTER 12

Beware of the Hypocrisy of the Pharisees

εν οις επισυναχθεισών των μυριάδων του όχλου ώστε καταπατείν αλλήλους ήρξατο λέγειν προς τους μαθητάς αυτού πρώτον προσέχετε εαυτοίς από της ζύμης των Φαρισαίων ήτις εστίν υπόκρισις ουδέν δε συγκεκαλυμμένον εστίν ο ουκ αποκαλυφθήσεται και κρυπτόν ο ου γνωσθήσεται ανθ ων όσα εν τη σκοτία είπατε εν τω φωτί ακουσθήσεται και ο προς το ους ελαλήσατε εν τοις ταμείοις κηρυχθήσεται επί των δωμάτων λέγω δε υμίν τοις φίλοις μου μη φοβηθήτε από των αποκτεινόντων το σώμα και μετά ταύτα μη εχόντων περισσότερόν τι ποιήσαι υποδείξω δε υμίν τίνα φοβηθήτε φοβήθητε τον μετά το αποκτείναι εξουσίαν έχοντα εμβαλείν εις την γέενναν ναι λέγω υμίν τούτον φοβήθητε ουχί πέντε στρουθία πωλείται ασσαρίων δύο και εν εξ αυτών ουκ έστιν επιλελησμένον ενώπιον του θεού αλλά και αι τρίχες της κεφαλής υμών πάσαι ηρίθμηνται μη ούν φοβείσθε πολλών στρουθίων διαφέρετε υμεις λέγω δε υμίν πας ος αν ομολογήση εν εμοί έμπροσθεν των ανθρώπων και ο υιός του ανθρώπου ομολογήσει εν αυτώ έμπροσθεν των αγγελών του θεού ο δε αρνησάμενός με ενώπιον των ανθρώπων απαρνηθήσεται ενώπιον των αγγέλων του θεού 10 και πας ος ερεί λόγον εις τον υιόν του ανθρώπου αφεθήσεται αυτώ τω δε εις το άγιον πνεύμα βλασφημήσαντι ουκ αφεθήσεται 11 όταν δε προσφέρωσιν υμάς επί τας συναγωγάς και τας αρχάς και τας εξουσίας μη μεριμνάτε πως η τι απολογήσησθε η τι είπητε 12 το γαρ άγιον πνεύμα διδάξει υμάς εν αυτη τη ώρα α δει ειπείν

The Parable of the Rich Man

13 είπε δε τις αυτώ εκ του όχλου διδάσκαλε είπε τω αδελφώ μου μερίσασθαι μετ΄ εμού την κληρονομίαν 14 ο δε είπεν αυτώ άνθρωπε τις με κατέστησε δικαστήν η μεριστήν εφ΄ υμάς 15 είπε δε προς αυτούς οράτε και φυλάσσεσθε από της πλεονεξίας ότι ουκ εν τω περισσεύειν τινί η ζωή αυτού εστιν εκ των υπαρχόντων αυτού 16 είπε δε παραβολήν προς αυτούς λέγων ανθρώπου τινός πλουσίου ευφόρησεν η χώρα 17 και διελογιζετο εν εαυτώ λέγων τι ποιήσω ότι ουκ έχω που συνάξω τους καρπούς μου 18 και είπεν τούτο ποιήσω καθελώ μου τας αποθήκας και μείζονας οικοδομήσω και συνάξω εκεί πάντα τα γενήματά μου και τα αγαθά μου 19 και ερώ τη ψυχή μου ψυχή έχεις πολλά αγαθά κείμενα εις έτη πολλά αναπαύου φάγε πίε ευφραίνου 20 είπεν δε αυτώ ο θεός άφρων ταύτη τη νυκτί την ψυχήν σου απαιτούσιν από σου α δε ητοίμασας τίνι έσται 21 ούτως ο θησαυρίζων εαυτώ και μη εις θεόν πλουτών

Be Not Anxious

22 είπε δε προς τους μαθητάς αυτού διά τούτο υμίν λέγω μη μεριμνάτε τη ψυχή υμών τι φάγητε μηδέ τω σώματι τι ενδύσησθε 23 η ψυχή πλείόν εστι της τροφής και το σώμα του ενδύματος 24 κατανοήσατε τους κόρακας ότι ου σπείρουσιν ουδέ θερίζουσιν οις ουκ έστι ταμείον ουδέ αποθήκη και ο θεός τρέφει αυτούς πόσω μάλλον υμείς διαφέρετε των πετεινών 25 τις δε εξ υμών μεριμνών δύναται προσθείναι επί την ηλικίαν αυτού πήχυν ένα 26 ει ούν ούτε ελάχιστον δύνασθε τι περί των λοιπών μεριμνάτε 27 κατανοήσατε τα κρίνα πως αυξάνει ου κοπιά ουδέ νήθει λέγω δε υμίν ουδέ Σολομών εν πάση τη δόξη αυτού περιεβάλετο ως εν τούτων 28 ει δε τον χόρτον εν τω αγρώ σήμερον όντα και αύριον εις κλίβανον βαλλόμενον ο θεός ούτως αμφιέννυσι πόσω μάλλον υμάς ολιγόπιστοι 29 και υμείς μη ζητείτε τι φάγητε η τι πίητε και μη μετεωρίζεσθε 30 ταυτα γαρ πάντα τα έθνη του κόσμου επιζητεί υμών δε ο πατήρ οίδεν ότι χρήζετε τούτων 31 πλην ζητείτε την βασιλείαν του θεού και ταύτα πάντα προστεθήσεται υμίν 32 μη φοβού το μικρόν ποίμνιον ότι ευδόκησεν ο πατήρ υμών δούναι υμίν την βασιλείαν 33 πωλήσατε τα υπάρχοντα υμών και δότε ελεημοσύνην ποιήσατε εαυτοίς βαλάντια μη παλαιούμενα θησαυρόν ανέκλειπτον εν τοις ουρανοίς όπου κλέπτης ουκ εγγίζει ουδέ σης διαφθείρει 34 όπου γαρ εστιν ο θησαυρός υμών εκεί και η καρδία υμών έσται 35 έστωσαν υμών αι οσφύες περιεζωσμέναι και οι λύχνοι καιόμενοι 36 και υμείς όμοιοι ανθρώποις προσδεχομένοις τον κυριον εαυτών πότε αναλύσει εκ των γάμων ίνα ελθόντας και κρούσαντος ευθέως ανοίξωσιν αυτώ 37 μακάριοι οι δούλοι εκείνοι ους ελθών ο κύριος ευρήσει γρηγορούντας αμήν λέγω υμίν ότι περιζώσεται και ανακλινεί αυτούς και παρελθών διακονήσει αυτοίς 38 και εάν έλθη εν τη δευτέρα φυλακή και εν τη τρίτη φυλακή έλθη και εύρη ούτως μακάριοί εισιν οι δούλοι εκείνοι 39 τούτο δε γινώσκετε ότι ει ήδει ο οικοδεσπότης ποία ώρα ο κλέπτης έρχεται εγρηγόρησεν αν και ουκ αν αφήκε διορυγήναι τον οίκον αυτού 40 και υμείς ούν γίνεσθε έτοιμοι ότι η ώρα ου δοκείτε ο υιός του ανθρώπου έρχεται

The Parable of the Manager

41 είπε δε αυτώ ο Πέτρος κύριε προς ημάς την παραβολήν ταύτην λέγεις η και προς πάντας 42 είπε δε ο κύριος τις άρα εστίν ο πιστός οικονόμος και φρόνιμος ον καταστήσει ο κύριος επί της θεραπείας αυτού του διδόναι εν καιρώ το σιτομέτριον 43 μακάριος ο δούλος εκείνος ον ελθών ο κύριος αυτού ευρήσει ποιούντα ούτως 44 αληθώς λέγω υμίν ότι επί πάσι τοις υπάρχουσιν αυτού καταστήσει αυτόν 45 εαν δε είπη ο δούλος εκείνος εν τη καρδία αυτού χρονίζει ο κύριός μου έρχεσθαι και άρξηται τύπτειν τους παίδας και τας παιδίσκας εσθίειν τε και πίνειν και μεθύσκεσθαι 46 ήξει ο κύριος του δούλου εκείνου εν ημέρα η ου προσδοκά και εν ώρα η ου γινώσκει και διχοτομήσει αυτόν και το μέρος αυτού μετά των απίστων θήσει 47 εκείνος δε ο δούλος ο γνούς το θέλημα του κυρίου εαυτού και μη ετοιμάσας μηδέ ποιήσας προς το θέλημα αυτού δαρήσεται πολλάς 48 ο δε μη γνούς ποιήσας δε άξια πληγών δαρήσεται ολίγας παντί δε ω εδόθη πολύ πολύ ζητηθήσεται παρ΄ αυτού και ω παρέθεντο πολύ περισσότερον αιτήσουσιν αυτόν 49 πυρ ήλθον βαλείν εις την γην και τι θέλω ει ήδη ανήφθη 50 βάπτισμα δε έχω βαπτισθήναι και πως συνέχομαι έως ου τελεσθή 51 δοκείτε ότι ειρήνην παρεγενόμην δούναι εν τη γη ουχί λέγω υμίν αλλ΄ η διαμερισμόν 52 έσονται γαρ από του νυν πέντε εν οίκω ενί διαμεμερισμένοι τρείς επί δυσί και δύο επί τρισί 53 διαμερισθήσεται πατήρ εφ΄ υιώ και υιός επί πατρί μήτηρ επί θυγατρί και θυγάτηρ επί μητρί πενθερά επί την νύμφην αυτής και νύμφη επί την πενθεράν αυτης 54 έλεγε δε και τοις όχλοις όταν ίδητε την νεφέλην ανατέλλουσαν από δυσμών ευθέως λέγετε όμβρος έρχεται και γίνεται ούτω 55 και όταν νότον πνέοντα λέγετε ότι καύσων έσται και γίνεται 56 υποκριταί το πρόσωπον του ουρανού και της γης οίδατε δοκιμάζειν τον δε καιρόν τούτον πως ου δοκιμάζετε 57 τι δε και αφ΄ εαυτών ου κρίνετε το δίκαιον 58 ως γαρ υπάγεις μετά του αντιδίκου σου επ΄ άρχοντα εν τη οδώ δος εργασίαν απηλλάχθαι απ΄ αυτού μήποτε κατασύρη σε προς τον κριτήν και ο κριτής σε παραδώ τω πράκτορι και ο πράκτωρ σε βάλλη εις φυλακήν 59 λέγω σοι ου μη εξέλθης εκείθεν έως ου και το έσχατον λεπτόν αποδώς
Copyright information for ABPGRK