Luke 18

CHAPTER 18

The Parable of the Widow and the Unrighteous Judge

έλεγε δε και παραβολήν αυτοίς προς το δειν πάντοτε προσεύχεσθαι και μη εκκακείν λέγων κριτής τις ην εν τινι πόλει τον θεόν μη φοβούμενος και άνθρωπον μη εντρεπόμενος χήρα δε ην εν τη πόλει εκείνη και ήρχετο προς αυτόν λέγουσα εκδίκησόν με από του αντιδίκου μου και ουκ ηθέλησεν επί χρόνον μετά δε ταύτα είπεν εν εαυτώ ει και τον θεόν ου φοβούμαι και άνθρωπον ουκ εντρέπομαι διά γε το παρέχειν μοι κόπον την χήραν ταύτην εκδικήσω αυτήν ίνα μη εις τέλος ερχομένη υποπιάζη με είπε δε ο κύριος ακούσατε τι ο κριτής της αδικίας λέγει ο δε θεός ου μη ποιήσει την εκδίκησιν των εκλεκτών αυτού των βοώντων προς αυτόν ημέρας και νυκτός και μακροθυμών επ΄ αυτοίς λέγω υμίν ότι ποιήσει την εκδίκησιν αυτών εν τάχει πλήν ο υιός του ανθρώπου ελθών άρα ευρήσει την πίστιν επί της γης

The Parable of the Repentant Tax Collector

είπε δε και προς τινας τους πεποιθότας εφ΄ εαυτοίς ότι εισί δίκαιοι και εξουθενούντας τους λοιπούς την παραβολήν ταύτην 10 άνθρωποι δύο ανέβησαν εις το ιερόν προσεύξασθαι ο εις Φαρισαίος και ο έτερος τελώνης 11 ο Φαρισαίος σταθείς προς εαυτόν ταύτα προσηύχετο ο θεός ευχαριστώ σοι ότι ουκ ειμί ώσπερ οι λοιποί των ανθρώπων άρπαγες άδικοι μοιχοί η και ως ούτος ο τελώνης 12 νηστεύω δις του σαββάτου αποδεκατώ πάντα όσα κτώμαι 13 και ο τελώνης μακρόθεν εστώς ουκ ήθελεν ουδέ τους οφθαλμούς εις τον ουρανόν επάραι αλλ΄ έτυπτεν εις το στήθος αυτού λέγων ο θεός ιλάσθητί μοι τω αμαρτωλώ 14 λέγω υμίν κατέβη ούτος δεδικαιωμένος εις τον οίκον αυτού η γαρ εκείνος ότι πας ο υψών εαυτόν ταπεινωθήσεται ο δε ταπεινών εαυτόν υψωθήσεται

Jesus Welcomes the Children

15 προσέφερον δε αυτώ και τα βρέφη ίνα αυτών άπτηται ιδόντες δε οι μαθηταί επετίμησαν αυτοίς 16 ο δε Ιησούς προσκαλεσάμενος αυτά είπεν άφετε τα παιδία έρχεσθαι προς με και μη κωλύετε αυτά των γαρ τοιούτων εστίν η βασιλεία του θεού 17 αμήν λέγω υμίν ος εάν μη δέξηται την βασιλείαν του θεού ως παιδίον ου μη εισέλθη εις αυτήν

The Rich Ruler

18 και επηρώτησέ τις αυτόν άρχων λέγων διδάσκαλε αγαθέ τι ποιήσας ζωήν αιώνιον κληρονομήσω 19 είπε δε αυτώ ο Ιησούς τι με λέγεις αγαθόν ουδείς αγαθός ει μη εις ο θεός 20 τας εντολάς οίδας μη μοιχεύσης μη φονεύσης μη κλέψης μη ψευδομαρτυρήσης τίμα τον πατέρα σου και την μητέρα σου 21 ο δε είπε ταύτα πάντα εφυλαξάμην εκ νεότητός μου 22 ακούσας δε ταύτα ο Ιησούς είπεν αυτώ έτι εν σοι λείπει πάντα όσα έχεις πώλησον και διάδος πτωχοίς και έξεις θησαυρόν εν ουρανώ και δεύρο ακολούθει μοι 23 ο δε ακούσας ταύτα περίλυπος εγένετο ην γαρ πλούσιος σφόδρα 24 ιδών δε αυτόν ο Ιησούς περίλυπον γενόμενον είπε πως δυσκόλως οι τα χρήματα έχοντες εισελεύσονται εις την βασιλείαν του θεού 25 ευκοπώτερον γαρ εστι κάμηλον διά τρυμαλιάς ραφίδος εισελθείν η πλούσιον εις την βασιλείαν του θεού εισελθείν 26 είπεν δε οι ακούσαντες και τις δύναται σωθήναι 27 ο δε είπε τα αδύνατα παρά ανθρώποις δυνατά εστι παρά τω θεώ 28 είπε δε ο Πέτρος ιδού ημείς αφήκαμεν πάντα και ηκολουθήσαμέν σοι 29 ο δε είπεν αυτοίς αμήν λέγω υμίν ότι ουδείς εστιν ος αφήκεν οικίαν η γονείς η αδελφούς η γυναίκα η τέκνα ένεκεν της βασιλείας του θεού 30 ος ου μη απολάβη πολλαπλασίονα εν τω καιρώ τούτω και εν τω αιώνι τω ερχομένω ζωήν αιώνιον

The Crucifixion and Resurrection Foretold

31 παραλαβών δε τους δώδεκα είπεν προς αυτούς ιδού αναβαίνομεν εις Ιεροσόλυμα και τελεσθήσεται πάντα τα γεγραμμένα διά των προφητών τω υιώ του ανθρώπου 32 παραδοθήσεται γαρ τοις έθνεσι και εμπαιχθήσεται και υβρισθήσεται και εμπτυσθήσεται 33 και μαστιγώσαντες αποκτενούσιν αυτόν και τη ημέρα τη τρίτη αναστήσεται 34 και αυτοί ουδέν τούτων συνήκαν και ην το ρήμα τούτο κεκρυμμένον απ΄ αυτών και ουκ εγίνωσκον τα λεγόμενα

Jesus Heals the Blind Beggar

35 εγένετο δε εν τω εγγίζειν αυτόν εις Ιεριχώ τυφλός τις εκάθητο παρά την οδόν προσαιτών 36 ακούσας δε όχλου διαπορευομένου επυνθάνετο τι είη τούτο 37 απήγγειλαν δε αυτώ ότι Ιησούς ο Ναζωραίος παρέρχεται 38 και εβόησε λέγων Ιησού υιέ Δαβίδ ελέησόν με 39 και οι προάγοντες επετίμων αυτώ ίνα σιωπήση αυτός δε πολλώ μάλλον έκραζεν υιέ Δαβίδ ελέησόν με 40 σταθείς δε ο Ιησούς εκέλευσεν αυτόν αχθήναι προς αυτόν εγγίσαντος δε αυτού επηρώτησεν αυτόν 41 λέγων τι σοι θέλεις ποιήσω ο δε είπε κύριε ίνα αναβλέψω 42 και οι Ιησούς είπεν αυτώ ανάβλεψον η πίστις σου σέσωκέ σε 43 και παραχρήμα ανέβλεψε και ηκολούθει αυτώ δοξάζων τον θεόν και πας ο λαός ιδών έδωκεν αίνον τω θεώ
Copyright information for ABPGRK