Luke 23

CHAPTER 23

Jesus Led unto Pilate

και αναστάν άπαν το πλήθος αυτών ήγαγεν αυτόν επί τον Πιλάτον ήρξαντο δε κατηγορείν αυτού λέγοντες τούτον εύρομεν διαστρέφοντα το έθνος και κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα εαυτόν Χριστόν βασιλέα είναι ο δε Πιλάτος επηρώτησεν αυτόν λέγων συ ει ο βασιλεύς των Ιουδαίων ο δε αποκριθείς αυτώ έφη συ λέγεις ο δε Πιλάτος είπε προς τους αρχειρείς και τους όχλους ουδέν ευρίσκω αίτιον εν τω ανθρώπω τούτω οι δε επίσχυον λέγοντες ότι ανασείει τον λαόν διδάσκων καθ΄ όλης της Ιουδαίας αρξάμενος από της Γαλιλαίας έως ώδε Πιλάτος δε ακούσας Γαλιλαίαν επηρώτησεν ει ο άνθρωπος Γαλιλαίός εστι

Pilate Sends Jesus to Herod

και επιγνούς ότι εκ της εξουσίας Ηρώδου εστίν ανέπεμψεν αυτόν προς Ηρώδην όντα και αυτόν εν Ιεροσολύμοις εν ταύταις ταις ημέραις ο δε Ηρώδης ιδών τον Ιησούν εχάρη λίαν ην γαρ θέλων εξ ικανού ιδείν αυτόν διά το ακούειν πολλά περί αυτού και ήλπιζέ τι σημείον ιδείν υπ΄ αυτού γινόμενον επηρώτα δε αυτόν εν λόγοις ικανοίς αυτός δε ουδέν απεκρίνατο αυτώ 10 ειστήκεισαν δε οι αρχιερείς και οι γραμματείς ευτόνως κατηγορούντες αυτού 11 εξουθενήσας δε αυτόν ο Ηρώδης συν τοις στρατεύμασιν αυτού και εμπαίξας περιβαλών αυτόν εσθήτα λαμπράν ανέπεμψεν αυτόν τω Πιλάτω 12 εγένοντο δε φίλοι ο τε Πιλάτος και ο Ηρώδης εν αυτή τη ημέρα μετ΄ αλλήλων προϋπήρχον γαρ εν έχθρα όντες προς εαυτούς 13 Πιλάτος δε συγκαλεσάμενος τους αρχιερείς και τους άρχοντας και τον λαόν 14 είπεν προς αυτούς προσηνέγκατέ μοι τον άνθρωπον τούτον ως αποστρέφοντα τον λαόν και ιδού εγώ ενώπιον υμών ανακρίνας ουδέν εύρον εν τω ανθρώπω τούτω αίτιον ων κατηγορείτε κατ΄ αυτού 15 αλλ΄ ουδέ Ηρώδης ανέπεμψα γαρ υμάς προς αυτόν και ιδού ουδέν άξιον θανάτου εστί πεπραγμένον αυτώ 16 παιδεύσας ουν αυτόν απολύσω 17 ανάγκην δε είχεν απολύειν αυτοίς κατά εορτήν ένα 18 ανέκραξαν δε παμπληθεί λέγοντες αίρε τούτον απόλυσον δε ημίν τον Βαραββάν 19 όστις ην διά στάσιν τινά γενομένην εν τη πόλει και φόνον βεβλημένος εις φυλακήν 20 πάλιν ουν ο Πιλάτος προσεφώνησε θέλων απολύσαι τον Ιησούν

The Jews Ask to Crucify Jesus

21 οι δε επεφώνουν λέγοντες σταύρωσον σταύρωσον αυτόν 22 ο δε τρίτον είπε προς αυτούς τι γαρ κακόν εποίησεν ούτος ουδέν αίτιον θανάτου εύρον εν αυτώ παιδεύσας ουν αυτόν απολύσω 23 οι δε επέκειντο φωναίς μεγάλαις αιτούμενοι αυτόν σταυρωθήναι και κατίσχυον αι φωναί αυτών και των αρχιερέων 24 ο δε Πιλάτος επέκρινε γενέσθαι το αίτημα αυτών 25 απέλυσε δε αυτοίς τον διά στάσιν και φόνον βεβλημένον εις την φυλακήν ον ητούντο τον δε Ιησούν παρέδωκε τω θελήματι αυτών 26 και ως απήγαγον αυτόν επιλαβόμενοι Σίμωνός τινος Κυρηναίου του ερχομένου απ΄ αγρού επέθηκαν αυτώ τον σταυρόν φέρειν όπισθεν του Ιησού 27 ηκολούθει δε αυτώ πολύ πλήθος του λαού και γυναικών αι και εκόπτοντο και εθρήνουν αυτόν 28 στραφείς δε προς αυτάς ο Ιησούς είπε θυγατέρες Ιερουσαλήμ μη κλαίετε επ΄ εμέ πλην εφ΄ εαυτάς κλαίετε και επί τα τέκνα υμών 29 ότι ιδού έρχονται ημέραι εν αις ερούσι μακάριαι αι στείραι και κοιλίαι αι ουκ εγέννησαν και μαστοί οι ουκ εθήλασαν 30 τότε άρξονται λέγειν τοις όρεσι πέσετε εφ΄ ημάς και τοις βουνοίς καλύψατε ημάς 31 ότι ει εν τω υγρώ ξύλω ταύτα ποιούσιν εν τω ξηρώ τι γένηται

The Crucifixion of Jesus

32 ήγοντο δε και έτεροι δύο κακούργοι συν αυτώ αναιρεθήναι 33 και ότε απήλθον επί τον τόπον τον καλούμενον κρανίον εκεί εσταύρωσαν αυτόν και τους κακούργους ον μεν εκ δεξιών ον δε εξ αριστερών 34 ο δε Ιησούς έλεγε πάτερ άφες αυτοίς ου γαρ οίδασι τι ποιούσι διαμεριζόμενοι δε τα ιμάτια αυτού έβαλον κλήρον 35 και ειστήκει ο λαός θεωρών εξεμυκτήριζον δε και οι άρχοντες συν αυτοίς λέγοντες άλλους έσωσε σωσάτω εαυτόν ει ούτός εστιν ο Χριστός ο του θεού εκλεκτός 36 ενέπαιζον δε αυτώ και οι στρατιώται προσερχόμενοι και όξος προσφέροντες αυτώ 37 και λέγοντες ει συ ει ο βασιλεύς των Ιουδαίων σώσον σεαυτόν 38 ην δε και επιγραφή γεγραμμένη επ΄ αυτώ γράμμασιν Ελληνικοίς και Ρωμαϊκοίς και Εβραϊκοίς ούτός εστιν ο βασιλεύς των Ιουδαίων

The Penitent Evildoer

39 εις δε των κρεμασθέντων κακούργων εβλασφήμει αυτόν λέγων ει συ ει ο Χριστός σώσον σεαυτόν και ημάς 40 αποκριθείς δε ο έτερος επετίμα αυτώ λέγων ουδέ φοβή συ τον θεόν ότι εν τω αυτώ κρίματι ει 41 και ημείς μεν δικαίως άξια γαρ ων επράξαμεν απολαμβάνομεν ούτος δε ουδέν άτοπον έπραξε 42 και έλεγε τω Ιησού μνήσθητί μου κύριε όταν έλθης εν τη βασιλεία σου 43 και είπεν αυτώ ο Ιησούς αμήν λέγω σοι σήμερον μετ΄ εμού έση εν τω παραδείσω

Jesus Expires

44 ην δε ωσεί ώρα έκτη και σκότος εγένετο εφ΄ όλην την γην έως ώρας ενάτης 45 και εσκοτίσθη ο ήλιος και εσχίσθη το καταπέτασμα του ναού μέσον 46 και φωνήσας φωνή μεγάλη ο Ιησούς είπεν πάτερ εις χείράς σου παραθήσομαι το πνεύμά μου και ταύτα ειπών εξέπνευσεν 47 ιδών δε ο εκατόνταρχος το γενόμενον εδόξασε τον θεόν λέγων όντως ο άνθρωπος ούτος δίκαιος ην 48 και πάντες οι συμπαραγενόμενοι όχλοι επί την θεωρίαν ταύτην θεωρούντες τα γενόμενα τύπτοντες εαυτών τα στήθη υπέστρεφον 49 ειστήκεισαν δε πάντες οι γνωστοί αυτού μακρόθεν και γυναίκες αι συνακολουθήσασαι αυτώ από της Γαλιλαίας ορώσαι ταύτα

The Burial of Jesus

50 και ιδού ανήρ ονόματι Ιωσήφ βουλευτής υπάρχων ανήρ αγαθός και δίκαιος 51 ούτος ουκ ην συγκατατεθειμένος τη βουλή και τη πράξει αυτών από Αριμαθαίας πόλεως των Ιουδαίων ος και προσεδέχετο και αυτός την βασιλείαν του θεού 52 ούτος προσελθών τω Πιλάτω ητήσατο το σώμα του Ιησού 53 και καθελών αυτό ενετύλιξεν αυτό σινδόνι και έθηκεν αυτό εν μνήματι λαξευτώ ου ουκ ην ουδέπω ουδείς κείμενος 54 και ημέρα ην παρασκευή και σάββατον επέφωσκε 55 κατακολουθήσασαι δε και γυναίκες αίτινες ήσαν συνεληλυθυίαι αυτώ εκ της Γαλιλαίας εθεάσαντο το μνημείον και ως ετέθη το σώμα αυτού 56 υποστρέψασαι δε ητοίμασαν αρώματα και μύρα και το μεν σάββατον ησύχασαν κατά την εντολήν
Copyright information for ABPGRK