Luke 18

CHAPTER 18

The Parable of the Widow and the Unrighteous Judge

1έλεγε δε και παραβολήν αυτοίς προς το δειν πάντοτε προσεύχεσθαι και μη εκκακείν 2λέγων κριτής τις ην εν τινι πόλει τον θεόν μη φοβούμενος και άνθρωπον μη εντρεπόμενος 3χήρα δε ην εν τη πόλει εκείνη και ήρχετο προς αυτόν λέγουσα εκδίκησόν με από του αντιδίκου μου 4και ουκ ηθέλησεν επί χρόνον μετά δε ταύτα είπεν εν εαυτώ ει και τον θεόν ου φοβούμαι και άνθρωπον ουκ εντρέπομαι 5διά γε το παρέχειν μοι κόπον την χήραν ταύτην εκδικήσω αυτήν ίνα μη εις τέλος ερχομένη υποπιάζη με 6είπε δε ο κύριος ακούσατε τι ο κριτής της αδικίας λέγει 7ο δε θεός ου μη ποιήσει την εκδίκησιν των εκλεκτών αυτού των βοώντων προς αυτόν ημέρας και νυκτός και μακροθυμών επ΄ αυτοίς 8λέγω υμίν ότι ποιήσει την εκδίκησιν αυτών εν τάχει πλήν ο υιός του ανθρώπου ελθών άρα ευρήσει την πίστιν επί της γης

The Parable of the Repentant Tax Collector

9είπε δε και προς τινας τους πεποιθότας εφ΄ εαυτοίς ότι εισί δίκαιοι και εξουθενούντας τους λοιπούς την παραβολήν ταύτην 10άνθρωποι δύο ανέβησαν εις το ιερόν προσεύξασθαι ο εις Φαρισαίος και ο έτερος τελώνης 11ο Φαρισαίος σταθείς προς εαυτόν ταύτα προσηύχετο ο θεός ευχαριστώ σοι ότι ουκ ειμί ώσπερ οι λοιποί των ανθρώπων άρπαγες άδικοι μοιχοί η και ως ούτος ο τελώνης 12νηστεύω δις του σαββάτου αποδεκατώ πάντα όσα κτώμαι 13και ο τελώνης μακρόθεν εστώς ουκ ήθελεν ουδέ τους οφθαλμούς εις τον ουρανόν επάραι αλλ΄ έτυπτεν εις το στήθος αυτού λέγων ο θεός ιλάσθητί μοι τω αμαρτωλώ 14λέγω υμίν κατέβη ούτος δεδικαιωμένος εις τον οίκον αυτού η γαρ εκείνος ότι πας ο υψών εαυτόν ταπεινωθήσεται ο δε ταπεινών εαυτόν υψωθήσεται

Jesus Welcomes the Children

15προσέφερον δε αυτώ και τα βρέφη ίνα αυτών άπτηται ιδόντες δε οι μαθηταί επετίμησαν αυτοίς 16ο δε Ιησούς προσκαλεσάμενος αυτά είπεν άφετε τα παιδία έρχεσθαι προς με και μη κωλύετε αυτά των γαρ τοιούτων εστίν η βασιλεία του θεού 17αμήν λέγω υμίν ος εάν μη δέξηται την βασιλείαν του θεού ως παιδίον ου μη εισέλθη εις αυτήν

The Rich Ruler

18και επηρώτησέ τις αυτόν άρχων λέγων διδάσκαλε αγαθέ τι ποιήσας ζωήν αιώνιον κληρονομήσω 19είπε δε αυτώ ο Ιησούς τι με λέγεις αγαθόν ουδείς αγαθός ει μη εις ο θεός 20τας εντολάς οίδας μη μοιχεύσης μη φονεύσης μη κλέψης μη ψευδομαρτυρήσης τίμα τον πατέρα σου και την μητέρα σου 21ο δε είπε ταύτα πάντα εφυλαξάμην εκ νεότητός μου 22ακούσας δε ταύτα ο Ιησούς είπεν αυτώ έτι εν σοι λείπει πάντα όσα έχεις πώλησον και διάδος πτωχοίς και έξεις θησαυρόν εν ουρανώ και δεύρο ακολούθει μοι 23ο δε ακούσας ταύτα περίλυπος εγένετο ην γαρ πλούσιος σφόδρα 24ιδών δε αυτόν ο Ιησούς περίλυπον γενόμενον είπε πως δυσκόλως οι τα χρήματα έχοντες εισελεύσονται εις την βασιλείαν του θεού 25ευκοπώτερον γαρ εστι κάμηλον διά τρυμαλιάς ραφίδος εισελθείν η πλούσιον εις την βασιλείαν του θεού εισελθείν 26είπεν δε οι ακούσαντες και τις δύναται σωθήναι 27ο δε είπε τα αδύνατα παρά ανθρώποις δυνατά εστι παρά τω θεώ 28είπε δε ο Πέτρος ιδού ημείς αφήκαμεν πάντα και ηκολουθήσαμέν σοι 29ο δε είπεν αυτοίς αμήν λέγω υμίν ότι ουδείς εστιν ος αφήκεν οικίαν η γονείς η αδελφούς η γυναίκα η τέκνα ένεκεν της βασιλείας του θεού 30ος ου μη απολάβη πολλαπλασίονα εν τω καιρώ τούτω και εν τω αιώνι τω ερχομένω ζωήν αιώνιον

The Crucifixion and Resurrection Foretold

31παραλαβών δε τους δώδεκα είπεν προς αυτούς ιδού αναβαίνομεν εις Ιεροσόλυμα και τελεσθήσεται πάντα τα γεγραμμένα διά των προφητών τω υιώ του ανθρώπου 32παραδοθήσεται γαρ τοις έθνεσι και εμπαιχθήσεται και υβρισθήσεται και εμπτυσθήσεται 33και μαστιγώσαντες αποκτενούσιν αυτόν και τη ημέρα τη τρίτη αναστήσεται 34και αυτοί ουδέν τούτων συνήκαν και ην το ρήμα τούτο κεκρυμμένον απ΄ αυτών και ουκ εγίνωσκον τα λεγόμενα

Jesus Heals the Blind Beggar

35εγένετο δε εν τω εγγίζειν αυτόν εις Ιεριχώ τυφλός τις εκάθητο παρά την οδόν προσαιτών 36ακούσας δε όχλου διαπορευομένου επυνθάνετο τι είη τούτο 37απήγγειλαν δε αυτώ ότι Ιησούς ο Ναζωραίος παρέρχεται 38και εβόησε λέγων Ιησού υιέ Δαβίδ ελέησόν με 39και οι προάγοντες επετίμων αυτώ ίνα σιωπήση αυτός δε πολλώ μάλλον έκραζεν υιέ Δαβίδ ελέησόν με 40σταθείς δε ο Ιησούς εκέλευσεν αυτόν αχθήναι προς αυτόν εγγίσαντος δε αυτού επηρώτησεν αυτόν 41λέγων τι σοι θέλεις ποιήσω ο δε είπε κύριε ίνα αναβλέψω 42και οι Ιησούς είπεν αυτώ ανάβλεψον η πίστις σου σέσωκέ σε 43και παραχρήμα ανέβλεψε και ηκολούθει αυτώ δοξάζων τον θεόν και πας ο λαός ιδών έδωκεν αίνον τω θεώ
Copyright information for ABPGRK