Luke 23

CHAPTER 23

Jesus Led unto Pilate

1και αναστάν άπαν το πλήθος αυτών ήγαγεν αυτόν επί τον Πιλάτον 2ήρξαντο δε κατηγορείν αυτού λέγοντες τούτον εύρομεν διαστρέφοντα το έθνος και κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα εαυτόν Χριστόν βασιλέα είναι 3ο δε Πιλάτος επηρώτησεν αυτόν λέγων συ ει ο βασιλεύς των Ιουδαίων ο δε αποκριθείς αυτώ έφη συ λέγεις 4ο δε Πιλάτος είπε προς τους αρχειρείς και τους όχλους ουδέν ευρίσκω αίτιον εν τω ανθρώπω τούτω 5οι δε επίσχυον λέγοντες ότι ανασείει τον λαόν διδάσκων καθ΄ όλης της Ιουδαίας αρξάμενος από της Γαλιλαίας έως ώδε 6Πιλάτος δε ακούσας Γαλιλαίαν επηρώτησεν ει ο άνθρωπος Γαλιλαίός εστι

Pilate Sends Jesus to Herod

7και επιγνούς ότι εκ της εξουσίας Ηρώδου εστίν ανέπεμψεν αυτόν προς Ηρώδην όντα και αυτόν εν Ιεροσολύμοις εν ταύταις ταις ημέραις 8ο δε Ηρώδης ιδών τον Ιησούν εχάρη λίαν ην γαρ θέλων εξ ικανού ιδείν αυτόν διά το ακούειν πολλά περί αυτού και ήλπιζέ τι σημείον ιδείν υπ΄ αυτού γινόμενον 9επηρώτα δε αυτόν εν λόγοις ικανοίς αυτός δε ουδέν απεκρίνατο αυτώ 10ειστήκεισαν δε οι αρχιερείς και οι γραμματείς ευτόνως κατηγορούντες αυτού 11εξουθενήσας δε αυτόν ο Ηρώδης συν τοις στρατεύμασιν αυτού και εμπαίξας περιβαλών αυτόν εσθήτα λαμπράν ανέπεμψεν αυτόν τω Πιλάτω 12εγένοντο δε φίλοι ο τε Πιλάτος και ο Ηρώδης εν αυτή τη ημέρα μετ΄ αλλήλων προϋπήρχον γαρ εν έχθρα όντες προς εαυτούς 13Πιλάτος δε συγκαλεσάμενος τους αρχιερείς και τους άρχοντας και τον λαόν 14είπεν προς αυτούς προσηνέγκατέ μοι τον άνθρωπον τούτον ως αποστρέφοντα τον λαόν και ιδού εγώ ενώπιον υμών ανακρίνας ουδέν εύρον εν τω ανθρώπω τούτω αίτιον ων κατηγορείτε κατ΄ αυτού 15αλλ΄ ουδέ Ηρώδης ανέπεμψα γαρ υμάς προς αυτόν και ιδού ουδέν άξιον θανάτου εστί πεπραγμένον αυτώ 16παιδεύσας ουν αυτόν απολύσω 17ανάγκην δε είχεν απολύειν αυτοίς κατά εορτήν ένα 18ανέκραξαν δε παμπληθεί λέγοντες αίρε τούτον απόλυσον δε ημίν τον Βαραββάν 19όστις ην διά στάσιν τινά γενομένην εν τη πόλει και φόνον βεβλημένος εις φυλακήν 20πάλιν ουν ο Πιλάτος προσεφώνησε θέλων απολύσαι τον Ιησούν

The Jews Ask to Crucify Jesus

21οι δε επεφώνουν λέγοντες σταύρωσον σταύρωσον αυτόν 22ο δε τρίτον είπε προς αυτούς τι γαρ κακόν εποίησεν ούτος ουδέν αίτιον θανάτου εύρον εν αυτώ παιδεύσας ουν αυτόν απολύσω 23οι δε επέκειντο φωναίς μεγάλαις αιτούμενοι αυτόν σταυρωθήναι και κατίσχυον αι φωναί αυτών και των αρχιερέων 24ο δε Πιλάτος επέκρινε γενέσθαι το αίτημα αυτών 25απέλυσε δε αυτοίς τον διά στάσιν και φόνον βεβλημένον εις την φυλακήν ον ητούντο τον δε Ιησούν παρέδωκε τω θελήματι αυτών 26και ως απήγαγον αυτόν επιλαβόμενοι Σίμωνός τινος Κυρηναίου του ερχομένου απ΄ αγρού επέθηκαν αυτώ τον σταυρόν φέρειν όπισθεν του Ιησού 27ηκολούθει δε αυτώ πολύ πλήθος του λαού και γυναικών αι και εκόπτοντο και εθρήνουν αυτόν 28στραφείς δε προς αυτάς ο Ιησούς είπε θυγατέρες Ιερουσαλήμ μη κλαίετε επ΄ εμέ πλην εφ΄ εαυτάς κλαίετε και επί τα τέκνα υμών 29ότι ιδού έρχονται ημέραι εν αις ερούσι μακάριαι αι στείραι και κοιλίαι αι ουκ εγέννησαν και μαστοί οι ουκ εθήλασαν 30τότε άρξονται λέγειν τοις όρεσι πέσετε εφ΄ ημάς και τοις βουνοίς καλύψατε ημάς 31ότι ει εν τω υγρώ ξύλω ταύτα ποιούσιν εν τω ξηρώ τι γένηται

The Crucifixion of Jesus

32ήγοντο δε και έτεροι δύο κακούργοι συν αυτώ αναιρεθήναι 33και ότε απήλθον επί τον τόπον τον καλούμενον κρανίον εκεί εσταύρωσαν αυτόν και τους κακούργους ον μεν εκ δεξιών ον δε εξ αριστερών 34ο δε Ιησούς έλεγε πάτερ άφες αυτοίς ου γαρ οίδασι τι ποιούσι διαμεριζόμενοι δε τα ιμάτια αυτού έβαλον κλήρον 35και ειστήκει ο λαός θεωρών εξεμυκτήριζον δε και οι άρχοντες συν αυτοίς λέγοντες άλλους έσωσε σωσάτω εαυτόν ει ούτός εστιν ο Χριστός ο του θεού εκλεκτός 36ενέπαιζον δε αυτώ και οι στρατιώται προσερχόμενοι και όξος προσφέροντες αυτώ 37και λέγοντες ει συ ει ο βασιλεύς των Ιουδαίων σώσον σεαυτόν 38ην δε και επιγραφή γεγραμμένη επ΄ αυτώ γράμμασιν Ελληνικοίς και Ρωμαϊκοίς και Εβραϊκοίς ούτός εστιν ο βασιλεύς των Ιουδαίων

The Penitent Evildoer

39εις δε των κρεμασθέντων κακούργων εβλασφήμει αυτόν λέγων ει συ ει ο Χριστός σώσον σεαυτόν και ημάς 40αποκριθείς δε ο έτερος επετίμα αυτώ λέγων ουδέ φοβή συ τον θεόν ότι εν τω αυτώ κρίματι ει 41και ημείς μεν δικαίως άξια γαρ ων επράξαμεν απολαμβάνομεν ούτος δε ουδέν άτοπον έπραξε 42και έλεγε τω Ιησού μνήσθητί μου κύριε όταν έλθης εν τη βασιλεία σου 43και είπεν αυτώ ο Ιησούς αμήν λέγω σοι σήμερον μετ΄ εμού έση εν τω παραδείσω

Jesus Expires

44ην δε ωσεί ώρα έκτη και σκότος εγένετο εφ΄ όλην την γην έως ώρας ενάτης 45και εσκοτίσθη ο ήλιος και εσχίσθη το καταπέτασμα του ναού μέσον 46και φωνήσας φωνή μεγάλη ο Ιησούς είπεν πάτερ εις χείράς σου παραθήσομαι το πνεύμά μου και ταύτα ειπών εξέπνευσεν 47ιδών δε ο εκατόνταρχος το γενόμενον εδόξασε τον θεόν λέγων όντως ο άνθρωπος ούτος δίκαιος ην 48και πάντες οι συμπαραγενόμενοι όχλοι επί την θεωρίαν ταύτην θεωρούντες τα γενόμενα τύπτοντες εαυτών τα στήθη υπέστρεφον 49ειστήκεισαν δε πάντες οι γνωστοί αυτού μακρόθεν και γυναίκες αι συνακολουθήσασαι αυτώ από της Γαλιλαίας ορώσαι ταύτα

The Burial of Jesus

50και ιδού ανήρ ονόματι Ιωσήφ βουλευτής υπάρχων ανήρ αγαθός και δίκαιος 51ούτος ουκ ην συγκατατεθειμένος τη βουλή και τη πράξει αυτών από Αριμαθαίας πόλεως των Ιουδαίων ος και προσεδέχετο και αυτός την βασιλείαν του θεού 52ούτος προσελθών τω Πιλάτω ητήσατο το σώμα του Ιησού 53και καθελών αυτό ενετύλιξεν αυτό σινδόνι και έθηκεν αυτό εν μνήματι λαξευτώ ου ουκ ην ουδέπω ουδείς κείμενος 54και ημέρα ην παρασκευή και σάββατον επέφωσκε 55κατακολουθήσασαι δε και γυναίκες αίτινες ήσαν συνεληλυθυίαι αυτώ εκ της Γαλιλαίας εθεάσαντο το μνημείον και ως ετέθη το σώμα αυτού 56υποστρέψασαι δε ητοίμασαν αρώματα και μύρα και το μεν σάββατον ησύχασαν κατά την εντολήν
Copyright information for ABPGRK