Malachi 1

CHAPTER 1

The LORD Loves Jacob

1λήμμα λόγου κυρίου επί τον Ισραήλ εν χειρί αγγέλου αυτού 2ηγάπησα υμάς λέγει κύριος και είπατε εν τίνι ηγάπησας ημάς ουκ αδελφός ην Ησαύ του Ιακώβ λέγει κύριος και ηγάπησα τον Ιακώβ 3τον δε Ησαύ εμίσησα και έταξα τα όρια αυτού εις αφανισμόν και την κληρονομίαν αυτού εις δώματα ερήμου 4διότι ερεί η Ιδουμαία κατέστραπται και επιστρέψωμεν και ανοικοδομήσωμεν ηρημωμένας τάδε λέγει κύριος παντοκράτωρ αυτοί οικοδομήσουσι και εγώ καταστρέψω και επικληθήσεται αυτοίς όρια ανομίας και λαός εφ΄ ον παρατέτακται κύριος έως αιώνος 5και οι οφθαλμοί υμών όψονται και υμείς ερείτε εμεγαλύνθη κύριος υπεράνω των ορίων του Ισραήλ

The Priests Dishonor The LORD

6υιός δοξάζει πατέρα και δούλος τον κύριον αυτού και ει πατήρ ειμι εγώ που εστιν η δόξα μου και ει κύριος ειμι εγώ που εστιν ο φόβος μου λέγει κύριος παντοκράτωρ υμείς οι ιερείς οι φαυλίζοντες το όνομά μου και είπατε εν τίνι εφαυλίσαμεν το όνομά σου 7προσάγοντες προς το θυσιαστήριόν μου άρτους ηλισγημένους και είπατε εν τίνι ηλισγήσαμεν εν τω λέγειν υμάς τράπεζα κυρίου ηλισγημένη εστί και τα επιτιθέμενα εξουδενώσατε 8διότι εάν προσαγάγητε τυφλόν εις θυσίαν ου κακόν και εάν προσαγάγητε χωλόν η άρρωστον ου κακόν προσάγαγε δη αυτώ τω ηγουμένω σου ει προσδέξεταί σε ει λήψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ 9και νυν εξιλάσκεσθε το πρόσωπον του θεού υμών και δεήθητε αυτού εν χερσίν υμών γέγονε ταύτα ει λήψομαι εξ υμών πρόσωπον υμών λέγει κύριος παντοκράτωρ 10διότι και εν υμίν συγκλεισθήσονται θύραι και ουκ ανάψεται το θυσιαστήριόν μου δωρεάν ουκ έστι μου θέλημα εν υμίν λέγει κύριος παντοκράτωρ θυσίαν ου προσδέξομαι εκ των χειρών υμών 11διότι από ανατολών ηλίου και έως δυσμών το όνομά μου δεδόξασται εν τοις έθνεσι και εν παντί τόπω θυμίαμα προσάγεται τω ονόματί μου και θυσία καθαρά διότι μέγα το όνομά μου εν τοις έθνεσι λέγει κύριος παντοκράτωρ 12υμείς δε βεβηλούτε αυτό εν τω λέγειν υμάς τράπεζα κυρίου ηλισγημένη εστί και τα επιτιθέμενα εξουδένωται βρώματα αυτού 13και είπατε ιδού κακοπαθείας εστί και εξεφυσήσατε αυτά λέγει κύριος παντοκράτωρ και εισεφέρετε τα αρπάγματα και τα χωλά και τα ενοχλούμενα και εισεφέρετε εις την θυσίαν ει προσδέξομαι αυτά εκ των χειρών υμών λέγει κύριος παντοκράτωρ 14και επικατάρατος ο άνθρωπος ος ην δυνατός και υπήρχεν εν τω ποιμνίω αυτού άρσεν και η ευχή αυτού επ΄ αυτώ και θύει διεφθαρμένον τω κυρίω διότι βασιλεύς μέγας εγώ ειμι λέγει κύριος παντοκράτωρ και το όνομά μου επιφανές εν τοις έθνεσι
Copyright information for ABPGRK