Malachi 2

CHAPTER 2

The LORD Sends a Curse on the Priests

1και νυν η εντολή αύτη προς υμάς ω ιερείς 2εάν μη ακούσητε και εάν μη θήσθε εις την καρδίαν υμών του δούναι δόξαν τω ονόματί μου λέγει κύριος παντοκράτωρ και εξαποστελώ εφ΄ υμάς την κατάραν και επικαταράσομαι την ευλογίαν υμών και καταράσομαι αυτήν και ουκ έσται εν υμίν ότι υμείς ου τίθεσθε εις την καρδίαν 3ιδού εγώ αφορίζω υμίν τον ώμον και σκορπιώ ένυστρον επί τα πρόσωπα υμών ένυστρον εορτών υμών και λήψομαι υμάς εις το αυτό 4και επιγνώσεσθε διότι εγώ εξαπέσταλκα προς υμάς την εντολήν ταύτην του είναι την διαθήκην μου προς τους Λευίτας λέγει κύριος παντοκράτωρ 5η διαθήκη μου ην μετ΄ αυτού της ζωής και της ειρήνης και έδωκα αυτώ φόβω φοβείσθαι με και από προσώπου ονοματός μου στέλλεσθαι αυτόν 6νόμος αληθείας ην εν τω στόματι αυτού και αδικία ουχ ευρέθη εν χείλεσιν αυτού εν ειρήνη κατευθύνων επορεύθη μετ΄ εμού και πολλούς επέστρεψεν από αδικίας 7ότι χείλη ιερέως φυλάξεται γνώσιν και νόμον εκζητήσουσιν εκ στόματος αυτού διότι άγγελος κυρίου παντοκράτορός εστιν 8υμείς δε εξεκλίνατε εκ της οδού και ησθενήσατε πολλούς εν νόμω διεφθείρατε την διαθήκην του Λευί λέγει κύριος παντοκράτωρ 9και εγώ δέδωκα υμάς εξουδενωμένους και παρειμένους εις πάντα τα έθνη ανθ΄ ων υμείς ουκ εφυλάξασθε τας οδούς μου αλλά ελαμβάνετε πρόσωπα εν νόμω 10ουχί πατήρ εις πάντων υμών ουχί θεός εις έκτισεν υμάς τι ότι εγκατελίπατε έκαστος τον αδελφόν αυτού του βεβηλώσαι την διαθήκην των πατέρων υμών 11εγκατελείφθη Ιούδας και βδέλυγμα εγένετο εν τω Ισραήλ και εν Ιερουσαλήμ διότι εβεβήλωσεν Ιούδας τα άγια κυρίου εν οις ηγάπησε και επετήδευσεν εις θεούς αλλοτρίους 12εξολοθρεύσει κύριος τον άνθρωπον τον ποιούντα ταύτα έως αν ταπεινωθή εκ σκηνωμάτων Ιακώβ και εκ προσαγόντων θυσίαν τω κυρίω παντοκράτορι 13και ταύτα α εμίσουν εποιείτε εκαλύπτετε δάκρυσι το θυσιαστήριον κυρίου εν κλαυθμώ και στεναγμώ εκ κόπων έτι άξιον επιβλέπειν εις θυσίαν η λαβείν δεκτόν εκ των χειρών υμών

Treachery of Infidelity

14και είπατε ένεκεν τίνος ότι κύριος διεμαρτύρατο αναμέσον σου και αναμέσον γυναικός νεότητός σου ην εγκατέλιπες και αυτή κοινωνός σου και γυνή διαθήκης σου 15και ου καλόν εποίησε και υπόλειμμα πνεύματος αυτού και είπατε τι άλλο η σπέρμα ζητεί ο θεός και φυλάξασθε εν τω πνεύματι υμών και γυναίκα νεότητός σου μη εγκαταλίπης 16αλλά εάν μισήσας εξαπόστειλης λέγει κύριος ο θεός του Ισραήλ και καλύψει ασεβεία επί τα ενθυμήματά σου λέγει κύριος ο θεός παντοκράτωρ και φυλάξασθε εν τω πνεύματι υμών και ου μη εγκαταλίπητε 17οι παροξύναντες τον κύριον εν τοις λόγοις υμών και είπατε εν τίνι παρωξύναμεν αυτόν εν τω λέγειν υμάς πας ποιών πονηρόν καλόν ενώπιον κυρίου και εν αυτοίς αυτός ευδόκησε και που εστιν ο θεός της δικαιοσύνης
Copyright information for ABPGRK