Malachi 3

CHAPTER 3

The Messenger of the Covenant

ιδού εξαποστέλλω τον άγγελόν μου όστις ετοιμάσει οδόν προ προσώπου μου και εξαίφνης ήξει εις τον ναόν αυτού κύριος ον υμείς ζητείτε και ο άγγελος της διαθήκης ον υμείς θέλετε ιδού έρχεται λέγει κύριος παντοκράτωρ και τις υπομενεί ημέραν εισόδου αυτού η τις υποστήσεται εν τη οπτασία αυτού διότι αυτός εισπορεύεται ως πυρ χωνευτηρίου και ως πόα πλυνόντων και καθιείται χωνεύων και καθαρίζων ως το αργύριον και καθαρισεί τους υιούς Λευί και χεεί αυτούς ώσπερ το χρυσίον και ως το αργύριον και έσονται τω κυρίω προσάγοντες θυσίας εν τη δικαιοσύνη και αρέσει τω κυρίω θυσία Ιούδα και Ιερουσαλήμ καθώς αι ημέραι του αιώνος και καθώς τα έτη τα έμπροσθεν και προσάξω προς υμάς εν κρίσει και έσομαι μάρτυς ταχύς επί τας φαρμακούς και επί τους μοιχούς και επί τους ομνύοντας τω ονόματί μου επί ψεύδει και επί τους αποστερούντας μισθόν μισθωτού και καταδυναστεύοντας χήρας και τους κονδυλίζοντας ορφανούς και τους εκκλίνοντας κρίσιν προσηλύτου και τους μη φοβουμένους με λέγει κύριος παντοκράτωρ διότι εγώ κύριος ο θεός υμών ουκ ηλλοίωμαι

Israel Keeps the Tenth Parts

και υμείς υιοί Ιακώβ ουκ απέχεσθε από των αμαρτιών των πατέρων υμών εξεκλίνατε από νομίμα μου και ουκ εφυλάξατε επιστρέψατε προς με και επιστραφήσομαι προς υμάς λέγει κύριος παντοκράτωρ και είπατε εν τίνι επιστρέψομεν ει πτερνιεί άνθρωπος θεόν διότι υμείς πτερνιζετέ με και είπατε εν τινι επτερνίσαμέν σε ότι τα επιδέκατα και αι απαρχαί μεθ΄ υμών εισιν και αποβλέποντες υμείς αποβλέπετε και εμέ υμείς πτερνίζετε 10 το έτος συνετελέσθη και εισηνέγκατε πάντα τα εκφόρια εις τους θησαυρούς και έσται η διαρπαγή εν τοις οίκοις υμών επιστρέψατε δη εν τούτω λέγει κύριος παντοκράτωρ εάν μη ανοίξω υμίν τους καταρράκτας του ουρανού και εκχεώ υμίν την ευλογίαν μου έως του ικανωθήναι 11 και διαστελώ υμίν εις βρώσιν και ου μη διαφθείρω τον καρπόν της γης και ου μη ασθενήση υμών η άμπελος η εν τω αγρώ λέγει κύριος παντοκράτωρ 12 και μακαριούσιν υμάς πάντα τα έθνη διότι έσεσθέ υμείς γη θελητή λέγει κύριος παντοκράτωρ 13 εβαρύνατε επ΄ εμέ τους λόγους υμών λέγει κύριος και είπατε εν τίνι κατελαλήσαμεν κατά σου 14 είπατε μάταιος ο δουλεύων θεώ και τι πλειον ότι εφυλάξαμεν τα φυλάγματα αυτού και διότι επορεύθημεν ικέται προ προσώπου κυρίου παντοκράτορος 15 και νυν ημείς μακαρίζομεν αλλοτρίους και ανοικοδομούνται πάντες οι ποιούντες άνομα και αντέστησαν θεώ και εσώθησαν 16 ταύτα κατελάλησαν οι φοβούμενοι τον κύριον έκαστος προς τον πλησίον αυτού και προσέσχε κύριος και εισήκουσε και έγραψε βιβλίον μνημοσύνου ενώπιον αυτού τοις φοβουμένοις τον κύριον και ευλαβουμένοις το όνομα αυτού 17 και έσονται μοι λέγει κύριος παντοκράτωρ εις ημέραν ην εγώ ποιώ εις περιποίησιν και αιρετιώ αυτούς ον τρόπον αιρετίζει άνθρωπος τον υιόν αυτού τον δουλεύοντα αυτώ 18 και επιστραφήσεσθε και όψεσθε αναμέσον δικαίου και αδίκου και αναμέσον δουλεύοντος θεώ και του μη δουλεύοντος αυτώ
Copyright information for ABPGRK