Mark 10

CHAPTER 10

Jesus Teaches on Marriage and Divorce

1κακείθεν αναστάς έρχεται εις τα όρια της Ιουδαίας διά του πέραν του Ιορδάνου και συμπορεύονται πάλιν όχλοι προς αυτόν και ως ειώθει πάλιν εδίδασκεν αυτούς 2και προσελθόντες Φαρισαίοι επηρώτησαν αυτόν ει έξεστιν ανδρί γυναίκα απολύσαι πειράζοντες αυτόν 3ο δε αποκριθείς είπεν αυτοίς τι υμίν ενετείλατο Μωσής 4οι δε είπον Μωσής επέτρεψεν βιβλίον αποστασίου γράψαι και απολύσαι 5και αποκριθείς ο Ιησούς είπεν αυτοίς προς την σκληροκαρδίαν υμών έγραψεν υμίν την εντολήν ταύτην 6από δε αρχής κτίσεως άρσεν και θήλυ εποίησεν αυτούς ο θεός 7ένεκεν τούτου καταλείψει άνθρωπος τον πατέρα αυτού και την μητέρα και προσκολληθήσεται προς την γυναίκα αυτού 8και έσονται οι δύο εις σάρκα μίαν ώστε ουκέτι εισί δύο αλλά μία σάρξ 9ο ούν ο θεός συνέζευξεν άνθρωπος μη χωρίζετω 10και εν τη οικία πάλιν οι μαθηταί αυτού περί του αυτού επηρώτησαν αυτόν 11και λέγει αυτοίς ος εάν απολύση την γυναίκα αυτού και γαμήση άλλην μοιχάται επ΄ αυτήν 12και εάν γυνή απολύση τον άνδρα αυτής και γαμηθή άλλω μοιχάται

Jesus Embraces the Children

13και προσέφερον αυτώ παιδία ίνα άψηται αυτών οι δε μαθηταί επετίμων τοις προσφέρουσιν 14ιδών δε ο Ιησούς ηγανάκτησεν και είπεν αυτοίς άφετε το παιδία έρχεσθαι προς με και μη κωλύετε αυτά των γαρ τοιούτων εστίν η βασιλεία του θεού 15αμήν λέγω υμίν ος εάν μη δέξηται την βασιλείαν του θεού ως παιδίον ου μη εισέλθη εις αυτήν 16και εναγκαλισάμενος αυτά τιθείς τας χείρας επ΄ αυτά ηυλόγει αυτά

A Rich Man Questions Jesus

17και εκπορευομένου αυτού εις οδόν προσδραμών εις και γονυπετήσας αυτόν επηρώτα αυτόν διδάσκαλε αγαθέ τι ποιήσω ίνα ζωήν αιώνιον κληρονομήσω 18ο δε Ιησούς είπεν αυτώ τι με λέγεις αγαθόν ουδείς αγαθός ει μη εις ο θεός 19τας εντολάς οίδας μη μοιχεύσης μη φονεύσης μη κλέψης μη ψευδομαρτυρήσης μη αποστερήσης τίμα τον πατέρα σου και την μητέρα 20ο δε αποκριθείς είπεν αυτώ διδάσκαλε ταύτα πάντα εφυλαξάμην εκ νεότητός μου 21ο δε Ιησούς εμβλέψας αυτώ ηγάπησεν αυτόν και είπεν αυτώ εν σοι υστερεί ύπαγε όσα έχεις πώλησον και δος τοις πτωχοίς και έξεις θησαυρόν εν ουρανώ και δεύρο ακολούθει μοι άρας τον σταυρόν 22ο δε στυγνάσας επί τω λόγω απήλθεν λυπούμενος ην γαρ έχων κτήματα πολλά 23και περιβλεψάμενος ο Ιησούς λέγει τοις μαθηταίς αυτού πως δυσκόλως οι τα χρήματα έχοντες εις την βασιλείαν του θεού εισελεύσονται 24οι δε μαθηταί εθαμβούντο επί τοις λόγοις αύτου ο δε Ιησούς πάλιν αποκριθείς λέγει αυτοίς τέκνα πως δύσκολόν εστι τους πεποιθότας επί τοις χρήμασιν εις την βασιλείαν του θεού εισελθείν 25ευκοπώτερόν εστι κάμηλον διά της τρυμαλιάς ραφίδος εισελθείν η πλούσιον εις την βασιλείαν του θεού εισελθείν 26οι δε περισσώς εξεπλήσσοντο λέγοντες προς εαυτούς και τις δύναται σωθήναι

With God All Things Are Possible

27εμβλέψας δε αυτοίς ο Ιησούς λέγει παρά ανθρώποις αδύνατον αλλ΄ ου παρά θεώ πάντα γαρ δυνατά εστι παρά των θεώ 28και ήρξατο ο Πέτρος λεγείν αυτώ ιδού ημείς αφήκαμεν πάντα και ηκολουθήσαμέν σοι 29αποκριθείς δε ο Ιησούς είπεν αμήν λέγω υμίν ουδείς εστιν ος αφήκεν οικίαν η αδελφούς η αδελφάς η πατέρα η μητέρα η γυναίκα η τέκνα η αγρούς ένεκεν εμού και του ευαγγελίου 30εαν μη λάβη εκατονταπλασίονα νυν εν τω καιρώ τούτω οικίας και άδελφους και αδελφάς και μητέρας και τέκνα και αγρούς μετά διωγμών και εν τω αιώνι τω ερχομένω ζωήν αιώνιον 31πολλοί δε έσονται πρώτοι έσχατοι και οι έσχατοι πρώτοι

Jesus Foretells His Death

32ήσαν δε εν τη οδώ αναβαίνοντες εις Ιεροσόλυμα και ην προάγων αυτούς ο Ιησούς και εθαμβούντο και ακολουθούντες εφοβούντο και παραλαβών πάλιν τους δώδεκα ήρξατο αυτοίς λέγειν τα μέλλοντα αυτώ συμβαίνειν 33ότι ιδού αναβαίνομεν εις Ιεροσόλυμα και ο υιός του ανθρώπου παραδοθήσεται τοις αρχιερεύσι και τοις γραμματεύσι και κατακρινούσιν αυτόν θανάτω και παραδώσουσιν αυτόν τοις έθνεσι 34και εμπαίξουσιν αυτώ και μαστιγώσουσιν αυτόν και εμπτύσουσιν αυτώ και αποκτενούσιν αυτόν και τη τρίτη ημέρα αναστήσεται

James and John's Request

35και προσπορεύονται αυτώ Ιάκωβος και Ιωάννης οι υιοί Ζεβεδαίου λέγοντες διδάσκαλε θέλομεν ίνα ο εάν αιτήσωμεν ποιήσης ημίν 36ο δε είπεν αυτοίς τι θέλετε ποιήσαί με υμίν 37οι δε είπον αυτώ δος ημίν ίνα εις εκ δεξιών σου και εις εξ ευωνύμων σου καθίσωμεν εν τη δόξη σου 38ο δε Ιησούς είπεν αυτοίς ουκ οίδατε τι αιτείσθε δύνασθε πιείν το ποτήριον ο εγώ πίνω και το βάπτισμα ο εγώ βαπτίζομαι βαπτισθήναι 39οι δε είπον αυτώ δυνάμεθα ο δε Ιησούς είπεν αυτοίς το μεν ποτήριον ο εγώ πίνω πίεσθε και το βάπτισμα ο εγώ βαπτίζομαι βαπτισθήσεσθε 40το δε καθίσαι εκ δεξιών μου και εξ ευωνύμων μου ουκ έστιν εμόν δούναι αλλ΄ οις ητοίμασται 41και ακούσαντες οι δέκα ήρξαντο αγανακτείν περί Ιακώβου και Ιωάννου 42ο δε Ιησούς προσκαλεσάμενος αυτούς λέγει αυτοίς οίδατε ότι οι δοκούντες άρχειν των εθνών κατακυριεύουσιν αυτών και οι μεγάλοι αυτών κατεξουσίαζουσιν αυτών 43ουχ ούτως δε έσται εν υμίν αλλ΄ ος εαν θέλη γενέσθαι μέγας εν υμίν έσται διάκονος υμών 44και ος αν θέλη υμών γενέσθαι πρώτος έσται πάντων δούλος 45και γαρ ο υιός του ανθρώπου ουκ ήλθε διακονηθήναι αλλά διακονήσαι και δούναι την ψυχήν αυτού λύτρον αντί πολλών

Bar Timaeus Receives Sight

46και έρχονται εις Ιεριχώ και εκπορευομένου αυτού από Ιεριχώ και των μαθητών αυτού και όχλου ικανού υιός Τιμαίου Βαρτίμαιος ο τυφλός εκάθητο παρά την οδόν προσαιτών 47και ακούσας ότι Ιησούς ο Ναζωραίός εστιν ήρξατο κράζειν και λέγειν ο υιός Δαβίδ Ιησού ελέησόν με 48και επετίμων αυτώ πολλοί ίνα σιωπήση ο δε πολλώ μάλλον έκραζεν υιέ Δαβίδ ελέησόν με 49και στας ο Ιησούς είπεν αυτόν φωνηθήναι και φωνούσι τον τυφλόν λέγοντες αυτώ θάρσει έγειραι φωνεί σε 50ο δε αποβαλών το ιμάτιον αυτού αναστάς ήλθεν προς τον Ιησούν 51και αποκριθείς λέγει αυτώ ο Ιησούς τι θέλεις ποιήσω σοι ο δε τυφλός είπεν αυτώ ραββονί ίνα αναβλέψω 52ο ε Ιησούς είπεν αυτώ ύπαγε η πίστις σου σέσωκέ σε και ευθέως ανέβλεψεν και ηκολούθει τω Ιησού εν τη οδώ
Copyright information for ABPGRK