Mark 13

CHAPTER 13

Jesus Foretells the Destruction of the Temple

1και εκπορευομένου αυτού εκ του ιερού λέγει αυτώ εις των μαθητών αυτού διδάσκαλε ίδε ποταποί λίθοι και ποταπαί οικοδομαί 2και ο Ιησούς αποκριθείς είπεν αυτώ βλέπεις ταύτας τας μεγάλας οικοδομάς ου μη αφεθή λίθος επί λίθω ος ου μη καταλυθή

Signs of the End

3και καθημένου αυτού εις το όρος των ελαιών κατέναντι του ιερού επηρώτων αυτόν κατ΄ ιδίαν Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας 4είπε ημίν πότε ταύτα έσται και τι το σημείον όταν μέλλη πάντα ταύτα συντελείσθαι 5ο δε Ιησούς αποκριθείς αυτοίς ήρξατο λέγειν βλέπετε μη τις υμάς πλανήση 6πολλοί γαρ ελεύσονται επί τω ονόματί μου λέγοντες ότι εγώ ειμι και πολλούς πλανήσουσιν 7όταν δε ακούσητε πολέμους και ακοάς πολέμων μη θροείσθε δει γαρ γενέσθαι αλλ΄ ούπω το τέλος 8εγερθήσεται γαρ έθνος επί έθνος και βασιλεία επί βασιλείαν και έσονται σεισμοί κατά τόπους και έσονται λιμοί και ταραχαί αρχαί ωδίνων ταύτα 9βλέπετε δε υμείς εαυτούς παραδώσουσιν γαρ υμάς εις συνέδρια και εις συναγωγάς δαρήσεσθε και επί ηγεμόνων και βασιλέων αχθήσεσθε ένεκεν εμού εις μαρτύριον αυτοίς 10και εις πάντα τα έθνη δει πρώτον κηρυχθήναι το ευαγγέλιον 11όταν δε αγάγωσιν υμάς παραδιδόντες μη προμεριμνάτε τι λαλήσητέ μηδέ μελετάτε αλλ΄ ο εάν δοθή υμίν εν εκείνη τη ώρα τούτο λαλείτε ου γαρ εστε υμείς οι λαλούντες αλλά το πνεύμα το άγιον 12παραδώσει δε αδελφός αδελφόν εις θάνατον και πατήρ τέκνον και επαναστήσονται τέκνα επί γονείς και θανατώσουσιν αυτούς 13και έσεσθε μισούμενοι υπό πάντων διά το όνομά μου ο δε υπομείνας εις τέλος ούτος σωθήσεται

The Abomination of Desolation

14όταν δε ίδητε το βδέλυγμα της ερημώσεως το ρηθέν υπό Δανιήλ του προφήτου εστώς όπου ου δει ο αναγινώσκων νοείτω τότε οι εν τη Ιουδαία φευγέτωσαν εις τα όρη 15ο δε επί του δώματος μη καταβάτω εις την οικίαν μηδέ εισελθέτω άραί τι εκ της οικίας αυτού 16και ο εις τον αγρόν ων μη επιστρεψάτω εις τα οπίσω άραι το ιμάτιον αυτού 17ουαί δε ταις εν γαστρί εχούσαις και ταις θηλαζούσαις εν εκείναις ταις ημέραις 18προσεύχεσθε δε ίνα μη γένηται η φυγή υμών χειμώνος 19έσονται γαρ αι ημέραι εκείναι θλίψις οία ου γέγονε τοιαύτη απ΄ αρχής κτίσεως ης έκτισεν ο θεος έως του νυν και ου μη γένηται 20και ει μη κύριος εκολόβωσε τας ημέρας ουκ αν εσώθη πάσα σαρξ αλλά διά τους εκλεκτούς ους εξελέξατο εκολόβωσε τας ημέρας 21και τότε εάν τις υμίν είπη ιδού ώδε ο Χριστός η ιδού εκεί μη πιστεύσητε 22εγερθήσονται γαρ ψευδόχριστοι και ψευδοπροφήται και δώσουσι σημεία και τέρατα προς το αποπλανάν ει δυνατόν και τους εκλεκτούς 23υμείς δε βλέπετε ιδού προείρηκα υμίν πάντα 24αλλ΄ εν εκείναις ταις ημέραις μετά την θλίψιν εκείνην ο ήλιος σκοτισθήσεται και η σελήνη ου δώσει το φέγγος αυτής 25και οι αστέρες του ουρανού έσονται εκπίπτοντες και αι δυνάμεις αι εν τοις ουρανοίς σαλευθήσονται 26και τότε όψονται τον υιόν του ανθρώπου ερχόμενον εν νεφέλαις μετά δυνάμεως πολλής και δόξης 27και τότε αποστελεί τους αγγέλους αυτού και επισυνάξει τους εκλεκτούς αυτού εκ των τεσσάρων ανέμων απ΄ άκρου γης έως άκρου ουρανού

The Parable of the Fig-tree

28απο δε της συκής μάθετε την παραβολήν όταν αυτής ήδη ο κλάδος απαλός γένηται και εκφύη τα φύλλα γινώσκετε ότι εγγύς το θέρος εστίν 29ούτω και υμείς όταν ταύτα ίδητε γινόμενα γινώσκετε ότι εγγύς εστιν επί θύραις 30αμήν λέγω υμίν ότι ου μη παρέλθη η γενεά αύτη μέχρις ου πάντα ταύτα γένηται 31ο ουρανός και η γη παρελεύσονται ο δε λόγοι μου ου μη παρέλθωσι 32περί δε της ημέρας εκείνης και της ώρας ουδείς οίδεν ουδέ οι άγγελοι οι εν ουρανώ ουδέ ο υιός ει μη ο πατήρ 33βλέπετε αγρυπνείτε και προσεύχεσθε ουκ οίδατε γαρ πότε ο καιρός εστιν 34ως άνθρωπος απόδημος αφείς την οικίαν αυτού και δους τοις δούλοις αυτού την εξουσίαν και εκάστω το έργον αυτού και τω θυρωρώ ενετείλατο ίνα γρηγορή 35γρηγορείτε ούν ουκ οίδατε γαρ πότε ο κύριος της οικίας έρχεται οψέ η μεσονυκτίου η αλεκτοροφωνίας η πρωί 36μη ελθών εξαίφνης εύρη υμάς καθεύδοντας 37α δε υμίν λέγω πάσι λέγω γρηγορείτε
Copyright information for ABPGRK