Matthew 1

CHAPTER 1

The Genealogy of Jesus Christ

βίβλος γενέσεως Ιησού Χριστού υιού Δαβίδ υιού Αβραάμ Αβραάμ εγέννησε τον Ισαάκ Ισαάκ δε εγέννησε τον Ιακώβ Ιακώβ δε εγέννησε τον Ιούδαν και τους αδελφούς αυτού Ιούδας δε εγέννησε τον Φαρές και τον Ζαρά εκ της Θάμαρ Φαρές δε εγέννησε τον Εσρώμ Εσρώμ δε εγέννησε τον Αράμ Αράμ δε εγέννησε τον Αμιναδάβ Αμιναδάβ δε εγέννησε τον Ναασσών Ναασσών δε εγέννησε τον Σαλμών Σαλμών δε εγέννησε τον Βοόζ εκ της Ραχάβ Βοόζ δε εγέννησε τον Ωβήδ εκ της Ρούθ Ωβήδ δε εγέννησε τον Ιεσσαί Ιεσσαί δε εγέννησε τον Δαβίδ τον βασιλέα Δαβίδ δε ο βασιλεύς εγέννησε τον Σολομώντα εκ της του Ουρίου Σολομών δε εγέννησε τον Ροβοάμ Ροβοάμ δε εγέννησε τον Αβία Αβιά δε εγέννησε τον Ασά Ασά δε εγέννησε τον Ιωσαφάτ Ιωσαφάτ δε εγέννησε τον Ιωράμ Ιωράμ δε εγέννησε τον Οζίαν Οζίας δε εγέννησε τον Ιωάθαμ Ιωάθαμ δε εγέννησε τον Άχαζ Άχαζ δε εγέννησε τον Εζεκίαν 10 Εζεκίας δε εγέννησε τον Μανασσή Μανασσής δε εγέννησε τον Αμών Αμών δε εγέννησε τον Ιωσίαν 11 Ιωσίας δε εγέννησε τον Ιεχονίαν και τους αδελφούς αυτού επί της μετοικεσίας Βαβυλώνος 12 μετά δε την μετοικεσίαν Βαβυλώνος Ιεχονίας εγέννησε τον Σαλαθιήλ Σαλαθιήλ δε εγέννησε τον Ζοροβάβελ 13 Ζοροβάβελ δε εγέννησε τον Αβιούδ Αβιούδ δε εγέννησε τον Ελιακείμ Ελιακείμ δε εγέννησε τον Αζώρ 14 Αζώρ δε εγέννησε τον Σαδώκ Σαδώκ δε εγέννησε τον Αχείμ Αχείμ δε εγέννησε τον Ελιούδ 15 Ελιούδ δε εγέννησε τον Ελεάζαρ Ελεάζαρ δε εγέννησε τον Ματθάν Ματθάν δε εγέννησε τον Ιακώβ 16 Ιακώβ δε εγέννησε τον Ιωσήφ τον άνδρα Μαρίας εξ ης εγεννήθη Ιησούς λεγόμενος Χριστός 17 πάσαι ουν αι γενεαί από Αβραάμ έως Δαβίδ γενεαί δεκατέσσαρες και από Δαβίδ έως της μετοικεσίας Βαβυλώνος γενεαί δεκατέσσαρες και από της μετοικεσίας Βαβυλώνος έως του Χριστού γενεαί δεκατέσσαρες

The Nativity of Jesus Christ

18 του δε Ιησού Χριστού η γέννησις ούτως ην μνηστευθείσης γαρ της μητρός αυτού Μαρίας τω Ιωσήφ πριν η συνελθείν αυτούς ευρέθη εν γαστρί έχουσα εκ πνεύματος αγίου 19 Ιωσήφ δε ο ανήρ αυτής δίκαιος ων και μη θέλων αυτήν παραδειγματίσαι εβουλήθη λάθρα απολύσαι αυτήν 20 ταύτα δε αυτού ενθυμηθέντος ιδού άγγελος κυρίου κατ΄ όναρ εφάνη αυτώ λέγων Ιωσήφ υιός Δαβίδ μη φοβηθής παραλαβείν Μαριάμ την γυναίκά σου το γαρ εν αυτή γεννηθέν εκ πνεύματός εστιν αγίου 21 τέξεται δε υίον και καλέσεις το όνομα αυτού Ιησούν αυτός γαρ σώσει τον λαόν αυτού από των αμαρτιών αυτών 22 τούτο δε όλον γέγονεν ίνα πληρωθή το ρηθέν υπό του κυρίου διά του προφήτου λέγοντος 23 ιδού η παρθένος εν γαστρί έξει και τέξεται υιόν και καλέσουσι το όνομα αυτού Εμμανουήλ ο εστι μεθερμηνευόμενον μεθ΄ ημών ο θεός 24 διεγερθείς δε ο Ιωσήφ από του ύπνου εποίησεν ως προσέταξεν αυτώ ο άγγελος κυρίου και παρέλαβε την γυναίκα αυτού 25 και ουκ εγίνωσκεν αυτήν έως ου έτεκεν τον υιόν αυτής τον πρωτότοκον και εκάλεσε το όνομα αυτού Ιησούν
Copyright information for ABPGRK