Matthew 11

CHAPTER 11

John the Baptist Sends Disciples to Jesus

και εγένετο ότε ετέλεσεν ο Ιησούς διατάσσων τοις δώδεκα μαθηταίς αυτού μετέβη εκείθεν του διδάσκειν και κηρύσσειν εν ταις πόλεσιν αυτών ο δε Ιωάννης ακούσας εν τω δεσμωτηρίω τα έργα του Χριστού πέμψας δύο των μαθητών αυτού είπεν αυτώ συ ει ο ερχόμενος η έτερον προσδοκώμεν και αποκριθείς ο Ιησούς είπεν αυτοίς πορευθέντες απαγγείλατε Ιωάννη α ακούετε και βλέπετε τυφλοί αναβλέπουσι και χωλοί περιπατούσι λεπροί καθαρίζονται και κωφοί ακούουσι νεκροί εγείρονται και πτωχοί ευαγγελίζονται και μακάριός εστιν ος εάν μη σκανδαλισθή εν εμοί

Jesus Speaks Concerning John the Baptist

τούτων δε πορευομένων ήρξατο ο Ιησούς λέγειν τοις όχλοις περί Ιωάννου τι εξήλθετε εις την έρημον θεάσασθαι κάλαμον υπό ανέμου σαλευόμενον αλλά τι εξήλθετε ιδείν άνθρωπον εν μαλακοίς ιματίοις ημφιεσμένον ιδού οι τα μαλακά φορούντες εν τοις οίκοις των βασιλείων εισίν αλλά τι εξήλθετε ιδείν προφήτην ναι λέγω υμίν και περισσότερον προφήτου 10 ούτος γαρ εστι περί ου γέγραπται ιδού εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου ος κατασκευάσει την οδόν σου έμπροσθέν σου 11 αμήν λέγω υμίν ουκ εγήγερται εν γεννητοίς γυναικών μείζων Ιωάννου του βαπτιστού ο δε μικρότερος εν τη βασιλεία των ουρανών μείζων αυτού εστιν 12 από δε των ημερών Ιωάννου του βαπτιστού έως άρτι η βασιλεία των ουρανών βιάζεται και βιασταί αρπάζουσιν αυτήν 13 πάντες γαρ οι προφήται και ο νόμος έως Ιωάννου προεφήτευσαν 14 και ει θέλετε δέξασθαι αυτός εστιν Ηλίας ο μέλλων έρχεσθαι 15 ο έχων ώτα ακούειν ακουέτω 16 τίνι δε ομοιώσω την γενεάν ταύτην ομοία εστί παιδίοις εν αγορά καθημένοις και προσφωνούσι τοις εταίροις αυτών 17 και λέγουσιν ηυλήσαμεν υμίν και ουκ ωρχήσασθε εθρηνήσαμεν υμίν και ουκ εκόψασθε 18 ήλθεν γαρ Ιωάννης μήτε εσθίων μήτε πίνων και λέγουσι δαιμόνιον έχει 19 ήλθεν ο υιός του ανθρώπου εσθίων και πίνων και λέγουσιν ιδού άνθρωπος φάγος και οινοπότης τελωνών φίλος και αμαρτωλών και εδικαιώθη η σοφία από των τέκνων αυτής

Woe to the Unrepentant Cities

20 τότε ήρξατο ονειδίζειν τας πόλεις εν αις εγένοντο αι πλείσται δυνάμεις αυτού ότι ου μετενόησαν 21 ουαί σοι Χοραζίν ουαί σοι Βηθσαϊδά ότι ει εν Τύρω και Σιδώνι εγένοντο αι δυνάμεις αι γενόμεναι εν υμίν πάλαι αν εν σάκκω και σποδώ μετενόησαν 22 πλήν λέγω υμίν Τύρω και Σιδώνι ανεκτότερον έσται εν ημέρα κρίσεως η υμίν 23 και συ Καπερναούμ η έως του ουρανού υψωθείσα έως άδου καταβιβασθήση ότι ει εν Σοδόμοις εγένοντο αι δυνάμεις αι γενόμεναι εν σοι έμειναν αν μέχρι της σήμερον 24 πλήν λέγω υμίν ότι γη Σοδόμων ανεκτότερον έσται εν ημέρα κρίσεως η σοι

The Son Reveals the Father

25 εν εκείνω τω καιρώ αποκριθείς ο Ιησούς είπεν εξομολούγούμαι σοι πάτερ κύριε του ουρανού και της γης ότι απέκρυψας τάυτα από σοφών και συνετών και απεκάλυψας αυτά νηπίοις 26 ναι ο πατήρ ότι ούτως εγένετο ευδοκία έμπροσθέν σου 27 πάντα μοι παρεδόθη υπό του πατρός μου και ουδείς επιγινώσκει τον υιόν ει μη ο πατήρ ουδέ τον πατέρα τις επιγινώσκει ει μη ο υιός και ω εάν βούληται ο υιός αποκαλύψαι 28 δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι καγώ αναπαύσω υμάς 29 άρατε τον ζυγόν μου εφ΄ υμάς και μάθετε απ΄ εμού ότι πράός ειμι και ταπεινός τη καρδία και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών 30 ο γαρ ζυγός μου χρηστός και το φορτίον μου ελαφρόν εστιν
Copyright information for ABPGRK