Matthew 12

CHAPTER 12

Jesus is Master of the Sabbath

1εν εκείνω τω καιρώ επορεύθη ο Ιησούς τοις σάββασι διά των σπορίμων οι δε μαθηταί αυτού επείνασαν και ήρξαντο τίλλειν στάχυας και εσθίειν 2οι δε Φαρισαίοι ιδόντες είπον αυτώ ιδού οι μαθηταί σου ποιούσιν ο ουκ έξεστι ποιείν εν σαββάτω 3ο δε είπεν αυτοίς ουκ ανέγνωτε τι εποίησε Δαβίδ ότε επείνασεν αυτός και οι μετ΄ αυτού 4πως εισήλθεν εις τον οίκον του θεού και τους άρτους της προθέσεως έφαγεν ους ουκ εξόν ην αυτώ φαγείν ουδέ τοις μετ΄ αυτού ει μη τοις ιερεύσι μόνοις 5η ουκ ανέγνωτε εν τω νόμω ότι τοις σάββασιν οι ιερείς εν τω ιερώ το σάββατον βεβηλούσι και αναίτιοί εισι 6λέγω δε υμίν ότι του ιερού μείζον εστίν ώδε 7ει δε εγνώκειτε τι εστιν έλεον θέλω και ου θυσίαν ουκ αν κατεδικάσατε τους αναιτίους 8κύριος γαρ εστι του σαββάτου ο υιός του ανθρώπου 9και μεταβάς εκείθεν ήλθεν εις την συναγωγήν αυτών

Jesus Heals the Man with the Withered Hand

10και ιδού άνθρωπος ην την χείρα έχων ξηράν και επηρώτησαν αυτόν λέγοντες ει έξεστι τοις σάββασι θεραπεύειν ίνα κατηγορήσωσιν αυτού 11ο δε είπεν αυτοίς τις έσται εξ υμών άνθρωπος ος έξει πρόβατον εν και εάν εμπέση τούτο τοις σάββασιν εις βόθυνον ουχί κρατήσει αυτό και εγερεί 12πόσω ουν διαφέρει άνθρωπος προβάτου ώστε έξεστι τοις σάββασι καλώς ποιείν 13τότε λέγει τω ανθρώπω έκτεινον την χείρά σου και εξέτεινεν και αποκατεστάθη υγιής ως η άλλη 14οι δε Φαρισαίοι συμβούλιον έλαβον κατ΄ αυτού εξελθόντες όπως αυτόν απολέσωσιν 15ο δε Ιησούς γνους ανεχώρησεν εκείθεν και ηκολούθησαν αυτώ όχλοι πολλοί και εθεράπευσεν αυτούς πάντας 16και επετίμησεν αυτοίς ίνα μη φανερόν αυτόν ποιήσωσιν 17όπως πληρωθή το ρηθέν διά Ησαϊου του προφήτου λέγοντος 18ιδού ο παις μου ον ηρέτισα ο αγαπητός μου εις ον ευδόκησεν η ψυχή μου θήσω το πνεύμά μου επ΄ αυτόν και κρίσιν τοις έθνεσιν απαγγελεί 19ουκ ερίσει ουδέ κραυγάσει ουδέ ακούσει τις εν ταις πλατείαις την φωνήν αυτού 20κάλαμον συντετριμμένον ου κατεάξει και λίνον τυφόμενον ου σβέσει έως αν εκβάλη εις νίκος την κρίσιν 21και εν τω ονόματι αυτού έθνη ελπιούσιν 22τότε προσηνέχθη αυτώ δαιμονιζόμενος τυφλός και κωφός και εθεράπευσεν αυτόν ώστε τον τυφλόν και κωφόν και λαλείν και βλέπειν 23και εξίσταντο πάντες οι όχλοι και έλεγον μήτι ούτός εστιν ο χριστός ο υιός Δαβίδ

The Pharisees Question Jesus

24οι δε Φαρισαίοι ακουσάντες είπον ούτος ουκ εκβάλλει τα δαιμόνια ει μη εν τω Βεελζεβούλ άρχοντι των δαιμονίων 25ειδώς δε ο Ιησούς τας ενθυμήσεις αυτών είπεν αυτοίς πάσα βασιλεία μερισθείσα καθ΄ εαυτής ερημούται και πάσα πόλις η οικία μερισθείσα καθ΄ εαυτής ου σταθήσεται 26και ει ο σατανάς τον σατανάν εκβάλλει εφ΄ εαυτόν εμερίσθη πως ουν σταθήσεται η βασιλεία αυτού 27και ει εγώ εν Βεελζεβούλ εκβάλλω τα δαιμόνια οι υιοί υμών εν τίνι εκβάλλουσι διά τούτο αυτοί υμών έσονται κριταί 28ει δε εγώ εν πνεύματι θεού εκβάλλω τα δαιμόνια άρα έφθασεν εφ΄ υμάς η βασιλεία του θεού 29η πως δύναταί τις εισελθείν εις την οικίαν του ισχυρού και τα σκεύη αυτού διαρπάσαι εάν μη πρώτον δήση τον ισχυρόν και τότε την οικίαν αυτού διαρπάσει 30ο μη ων μετ΄ εμού κατ΄ εμού εστι και ο μη συνάγων μετ΄ εμού σκορπίζει

Blasphemy of the Spirit

31διά τούτο λέγω υμίν πάσα αμαρτία και βλασφημία αφεθήσεται τοις ανθρώποις η δε του πνεύματος βλασφημία ουκ αφεθήσεται τοις ανθρώποις 32και ος εάν είπη λόγον κατά του υιού του ανθρώπου αφεθήσεται αυτώ ος δ΄ αν είπη κατά του πνεύματος του αγίου ουκ αφεθήσεται αυτώ ούτε εν τω νυν αιώνι ούτε εν τω μέλλοντι 33η ποιήσατε το δένδρον καλόν και τον καρπόν αυτού καλόν η ποιήσατε το δένδρον σαπρόν και τον καρπόν αυτού σαπρόν εκ γαρ του καρπού το δένδρον γινώσκεται 34γεννήματα εχιδνών πως δύνασθε αγαθά λαλείν πονηροί όντες εκ γαρ του περισσεύματος της καρδίας το στόμα λαλεί 35ο αγαθός άνθρωπος εκ του αγαθού θησαυρού της καρδίας εκβάλλει τα αγαθά και ο πονηρός άνθρωπος εκ του πονηρού θησαυρού εκβάλλει τα πονηρά 36λέγω δε υμίν ότι παν ρήμα αργόν ο εάν λαλήσωσιν οι άνθρωποι αποδώσουσιν περι αυτού λόγον εν ημέρα κρίσεως 37εκ γαρ των λόγων σου δικαιωθήση και εκ των λόγων σου καταδικασθήση

The Wicked Seek a Sign

38τότε απεκρίθησάν τινες των γραμματέων και Φαρισαίων λέγοντες διδάσκαλε θέλομεν από σου σημείον ιδείν 39ο δε αποκριθείς είπεν αυτοίς γενεά πονηρά και μοιχαλίς σημείον επιζητεί και σημείον ου δοθήσεται αυτή ει μη το σημείον Ιωνά του προφήτου 40ώσπερ γαρ ην Ιωνάς εν τη κοιλία του κήτους τρεις ημέρας και τρεις νύκτας ούτως έσται ο υιός του ανθρώπου εν τη καρδία της γης τρεις ημέρας και τρεις νύκτας 41άνδρες Νινευϊται αναστήσονται εν τη κρίσει μετά της γενεάς ταύτης και κατακρινούσιν αυτήν ότι μετενόησαν εις το κήρυγμα Ιωνά και ιδού πλείον Ιωνά ώδε 42βασίλισσα νότου εγερθήσεται εν τη κρίσει μετά της γενεάς ταύτης και κατακρινεί αυτήν ότι ήλθεν εκ των περάτων της γης ακούσαι την σοφίαν Σολομώντος και ιδού πλείον Σολομώντος ώδε 43όταν δε το ακάθαρτον πνεύμα εξέλθη από του ανθρώπου διέρχεται δι΄ ανύδρων τόπων ζητούν ανάπαυσιν και ουχ ευρίσκει 44τότε λέγει επιστρέψω εις τον οίκόν μου όθεν εξήλθον και ελθόν ευρίσκει σχολάζοντα σεσαρωμένον και κεκοσμημένον 45τότε πορεύεται και παραλαμβάνει μεθ΄ εαυτού επτά έτερα πνεύματα πονηρότερα εαυτού και εισελθόντα κατοικεί εκεί και γίνεται τα έσχατα του ανθρώπου εκείνου χείρονα των πρώτων ούτως έσται και τη γενεά ταύτη τη πονηρά

Jesus' Mother and Brothers

46έτι δε αυτού λαλούντος τοις όχλοις ιδού η μήτηρ και οι αδελφοί αυτού ειστήκεισαν έξω ζητούντες αυτώ λαλήσαι 47είπε δε τις αυτώ ιδού η μήτηρ σου και οι αδελφοί σου έξω εστήκασι ζητούντές σοι λαλήσαι 48ο δε αποκριθείς είπε τω ειπόντι αυτώ τις εστιν η μήτηρ μου και τίνες εισίν οι αδελφοί μου 49και εκτείνας την χείρα αυτού επί τους μαθητάς αυτού είπεν ιδού η μήτηρ μου και οι αδελφοί μου 50όστις γαρ αν ποιήση το θέλημα του πατρός μου του εν ουρανοίς αυτός μου αδελφός και αδελφή και μήτηρ εστίν
Copyright information for ABPGRK