Matthew 19

CHAPTER 19

Jesus Teaches Concerning Divorce

1και εγένετο ότε ετέλεσεν ο Ιησούς τους λόγους τούτους μετήρεν από της Γαλιλαίας και ήλθεν εις τα όρια της Ιουδαίας πέραν του Ιορδάνου 2και ηκολούθησαν αυτώ όχλοι πολλοί και εθεράπευσεν αυτούς εκεί 3και προσήλθον αυτώ οι Φαρισαίοι πειράζοντες αυτόν και λέγοντες αυτώ ει έξεστιν ανθρώπω απολύσαι την γυναίκα αυτού κατά πάσαν αιτίαν 4ο δε αποκριθείς είπεν αυτοίς ουκ ανέγνωτε ότι ο ποιήσας απ΄ αρχής άρσεν και θήλυ εποίησεν αυτούς 5και είπεν ένεκεν τούτου καταλείψει άνθρωπος τον πατέρα και την μητέρα και προσκολληθήσεται τη γυναικί αυτού και έσονται οι δύο εις σάρκα μίαν 6ώστε ουκέτι εισί δύο αλλά σαρξ μία ο ουν ο θεός συνέζευξεν άνθρωπος μη χωριζέτω 7λέγουσιν αυτώ τι ουν Μωσής ενετείλατο δούναι βιβλίον αποστασίου και απολύσαι αυτήν 8λέγει αυτοίς ότι Μωσής προς την σκληροκαρδίαν υμών επέτρεψεν υμίν απολύσαι τας γυναίκας υμών απ΄ αρχής δε ου γέγονεν ούτως 9λέγω δε υμίν ότι ος αν απολύση την γυναίκα αυτού μη επί πορνεία και γαμήση άλλην μοιχάται και ο απολελυμένην γαμήσας μοιχάται 10λέγουσιν αυτώ οι μαθηταί αυτού ει ούτως εστίν η αιτία του ανθρώπου μετά της γυναικός ου συμφέρει γαμήσαι 11ο δε είπεν αυτοίς ου πάντες χωρούσι τον λόγον τούτον αλλ΄ οις δέδοται 12εισί γαρ ευνούχοι οίτινες εκ κοιλίας μητρός εγεννήθησαν ούτως και εισίν ευνούχοι οίτινες ευνουχίσθησαν υπό των ανθρώπων και εισίν ευνούχοι οίτινες ευνούχισαν εαυτούς διά την βασιλείαν των ουρανών ο δυνάμενος χωρείν χωρείτω

Jesus Prays for the Children

13τότε προσηνέχθη αυτώ παιδία ίνα τας χείρας επιθή αυτοίς και προσεύξηται οι δε μαθηταί επετίμησαν αυτοίς 14ο δε Ιησούς είπεν άφετε τα παιδία και μη κωλύετε αυτά ελθείν προς με των γαρ τοιούτων εστίν η βασιλεία των ουρανών 15και επιθείς αυτοίς τας χείρας επορεύθη εκείθεν

The Rich Young Man

16και ιδού εις προσελθών είπεν αυτώ διδάσκαλε αγαθέ τι αγαθόν ποιήσω ίνα έχω ζωήν αιώνιον 17ο δε είπεν αυτώ τι με λέγεις αγαθόν ουδείς αγαθός ει μη εις ο θεός ει δε θέλεις εισελθείν εις την ζωήν τήρησον τας εντολάς 18λέγει αυτώ ποίας ο δε Ιησούς είπε το ου φονεύσεις ου μοιχεύσεις ου κλέψεις ου ψευδομαρτυρήσεις 19τίμα τον πατέρα σου και την μητέρα σου και αγαπήσεις τον πλησίον σου ως σεαυτόν 20λέγει αυτώ ο νεανίσκος πάντα ταύτα εφυλαξάμην εκ νεότητός μου τι έτι υστερώ 21έφη αυτώ ο Ιησούς ει θέλεις τέλειος είναι ύπαγε πώλησόν σου τα υπάρχοντα και δος πτωχοίς και έξεις θησαυρόν εν ουρανώ και δεύρο ακολούθει μοι 22ακούσας δε ο νεανίσκος τον λόγον απήλθε λυπούμενος ην γαρ έχων κτήματα πολλά 23ο δε Ιησούς είπεν τοις μαθηταίς αυτού αμήν λέγω υμίν ότι δυσκόλως πλούσιος εισελεύσεται εις την βασιλείαν των ουρανών 24πάλιν δε λέγω υμίν ευκοπώτερόν εστι κάμηλον διά τρυπήματος ραφίδος διελθείν η πλούσιον εις την βασιλείαν του θεού εισελθείν 25ακούσαντες δε οι μαθηταί αυτού εξεπλήσσοντο σφόδρα λέγοντες τις άρα δύναται σωθήναι 26εμβλέψας δε ο Ιησούς είπεν αυτοίς παρά ανθρώποις τούτο αδύνατόν εστι παρά δε θεώ πάντα δυνατά 27τότε αποκριθείς ο Πέτρος είπεν αυτώ ιδού ημείς αφήκαμεν πάντα και ηκολουθήσαμέν σοι τι άρα έσται ημίν 28ο δε Ιησούς είπεν αυτοίς αμήν λέγω υμίν ότι υμείς οι ακολουθήσαντές μοι εν τη παλιγγενεσία όταν καθίση ο υιός του ανθρώπου επί θρόνου δόξης αυτού καθίσεσθε και υμείς επί δώδεκα θρόνους κρίνοντες τας δώδεκα φυλάς του Ισραήλ 29και πας ος αφήκεν οικίαν η αδελφούς η αδελφάς η πατέρα η μητέρα η γυναίκα η τέκνα η αγρούς ένεκεν του ονόματός μου εκατονταπλασίονα λήψεται και ζωήν αιώνιον κληρονομήσει 30πολλοί δε έσονται πρώτοι έσχατοι και έσχατοι πρώτοι
Copyright information for ABPGRK