Matthew 20

CHAPTER 20

The Parable of the Vineyard

ομοία γαρ εστιν η βασιλεία των ουρανών ανθρώπω οικοδεσπότη όστις εξήλθεν άμα πρωϊ μισθώσασθαι εργάτας εις τον αμπελώνα αυτού και συμφωνήσας μετά των εργατών εκ δηναρίου τη ημέραν απέστειλεν αυτούς εις τον αμπελώνα αυτού και εξελθών περί την τρίτην ώραν είδεν άλλους εστώτας εν τη αγορά αργούς κακείνοις είπεν υπάγετε και υμείς εις τον αμπελώνα και ο εάν η δίκαιον δώσω υμίν οι δε απήλθον πάλιν εξελθών περί έκτην και εννάτην ώραν εποίησεν ωσαύτως περί δε την ενδεκάτην ώραν εξελθών εύρεν άλλους εστώτας αργούς και λέγει αυτοίς τι ώδε εστήκατε όλην την ημέραν αργοί λέγουσιν αυτώ ότι ουδείς ημάς εμισθώσατο λέγει αυτοίς υπάγετε και υμείς εις τον αμπελώνα και ο εάν η δίκαιον λήψεσθε οψίας δε γενομένης λέγει ο κύριος του αμπελώνος τω επιτρόπω αυτού κάλεσον τους εργάτας και απόδος αυτοίς τον μισθόν αρξάμενος από των εσχάτων έως των πρώτων και ελθόντες οι περί την ενδεκάτην ώραν έλαβον ανά δηνάριον 10 ελθόντες δε οι πρώτοι ενόμισαν ότι πλείονα λήψονται και έλαβον και αυτοί ανά δηνάριον 11 λαβόντες δε εγόγγυζον κατά του οικοδεσπότου 12 λέγοντες ότι ούτοι οι έσχατοι μίαν ώραν εποίησαν και ίσους ημίν αυτούς εποίησας τοις βαστάσασι το βάρος της ημέρας και τον καύσωνα 13 ο δε αποκριθείς είπεν ενί αυτών εταίρε ουκ αδικώ σε ουχί δηναρίου συνεφώνησάς μοι 14 άρον το σον και υπάγε θέλω δε τούτω τω εσχάτω δούναι ως και σοι 15 η ουκ έξεστί μοι ποιήσαι ο έλω εν τοις εμοίς ει ο οφθαλμός σου πονηρός εστιν ότι εγώ αγαθός ειμι 16 ούτως έσονται οι έσχατοι πρώτοι και οι πρώτοι έσχατοι πολλοί γαρ εισι κηλτοί ολίγοι δε εκλεκτοί 17 και αναβαίνων ο Ιησούς εις Ιεροσόλυμα παρέλαβε τους δώδεκα μαθητάς κατ΄ ιδίαν εν τη οδώ και είπεν αυτοίς 18 ιδού αναβαίνομεν εις Ιεροσόλυμα και ο υιός του ανθρώπου παραδοθήσεται τοις αρχιερεύσι και γραμματεύσι και κατακρινούσιν αυτόν θανάτω 19 και παραδώσουσιν αυτόν τοις έθνεσιν εις το εμπαίξαι και μαστιγώσαι και σταυρώσαι και τη τρίτη ημέρα αναστήσεται

The Mother of the Sons of Zebedee

20 τότε προσήλθεν αυτώ η μήτηρ των υιών Ζεβεδαίου μετά των υιών αυτής προσκυνούσα και αιτούσά τι παρ΄ αυτού 21 ο δε είπεν αυτή τι θέλεις λέγει αυτώ ειπέ ίνα καθίσωσιν ούτοι οι δύο υιοί μου εις εκ δεξιών σου και εις εξ ευωνύμων σου εν τη βασιλεία σου 22 αποκρίθεις δε ο Ιησούς είπεν ουκ οίδατε τι αιτείσθε δύνασθε πιείν το ποτήριον ο εγώ μέλλω πίνειν και το βάπτισμα ο εγώ βαπτίζομαι βαπτισθήναι λέγουσιν αυτώ δυνάμεθα 23 και λέγει αυτοίς το μεν ποτήριόν μου πίεσθε και το βάπτισμα ο εγώ βαπτίζομαι βαπτισθήσεσθε το δε καθίσαι εκ δεξιών μου και εξ ευωνύμων μου ουκ έστιν εμόν δούναι αλλ΄ οις ητοίμασται υπο του πατρός μου 24 και ακούσαντες οι δέκα ηγανάκτησαν περί των δύο αδελφών 25 ο δε Ιησούς προσκαλεσάμενος αυτούς είπεν οίδατε ότι οι άρχοντες των εθνών κατακυριεύουσιν αυτών και οι μεγάλοι κατεξουσιάζουσιν αυτών 26 ουχ ούτως δε έσται εν υμίν αλλ΄ ος εάν θέλη εν υμίν μέγας γενέσθαι έσται υμών διάκονος 27 και ος εάν θέλη εν υμίν είναι πρώτος έσται υμών δούλος 28 ώσπερ ο υιός του ανθρώπου ουκ ήλθε διακονηθήναι αλλά διακονήσαι και δούναι την ψυχήν αυτού λύτρον αντί πολλών 29 και εκπορευομένων αυτών από Ιεριχώ ηκολούθησεν αυτώ όχλος πολύς 30 και ιδού δύο τυφλοί καθήμενοι παρά την οδόν ακούσαντες ότι Ιησούς παράγει έκραξαν λέγοντες ελέησον ημάς κύριε υιός Δαβίδ 31 ο δε όχλος επετίμησεν αυτοίς ίνα σιωπήσωσιν οι δε μείζον έκραζον λέγοντες ελέησον ημάς κύριε υιός Δαβίδ 32 και στας ο Ιησούς εφώνησεν αυτούς και είπε τι θέλετε ποιήσω υμίν 33 λέγουσιν αυτώ κύριε ίνα ανοιχθώσιν ημών οι οφθαλμοί 34 σπλαγχνισθείς δε ο Ιησούς ήψατο των οφθαλμών αυτών και ευθέως ανέβλεψαν αυτών οι οφθαλμοί και ηκολούθησαν αυτώ
Copyright information for ABPGRK