Matthew 21

CHAPTER 21

Jesus Enters Jerusalem

1και ότε ήγγισαν εις Ιεροσόλυμα και ήλθον εις Βηθσφαγή προς το όρος των ελαιών τότε ο Ιησούς απέστειλε δύο μαθητάς 2λέγων αυτοίς πορεύθητε εις την κώμην την απέναντι υμών και ευθέως ευρήσετε όνον δεδεμένην και πώλον μετ΄ αυτής λύσαντες αγάγετέ μοι 3και εάν τις υμίν είπη τι ερείτε ότι ο κύριος αυτών χρείαν έχει ευθέως δε αποστελλεί αυτούς 4τούτο δε όλον γέγονεν ίνα πληρωθή το ρηθέν διά του προφήτου λέγοντος 5είπατε τη θυγατρί Σιών ιδού ο βασιλεύς σου έρχεταί σοι πραϋς και επιβεβηκώς επί όνον και πώλον υιόν υποζυγίου 6πορευθέντες δε οι μαθηταί και ποιήσαντες καθώς προσέταξεν αυτοίς ο Ιησούς 7ήγαγον την όνον και τον πώλον και επέθηκαν επάνω αυτών τα ιμάτια αυτών και επεκάθισεν επάνω αυτών 8ο δε πλείστος όχλος έστρωσαν εαυτών τα ιμάτια εν τη οδώ άλλοι δε έκοπτον κλάδους από των δένδρων και εστρώννυον εν τη οδώ 9οι δε όχλοι οι προάγοντες και οι ακολουθούντες έκραζον λέγοντες ωσαννά τω υιώ Δαβίδ ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου ωσαννά εν τοις υψίστοις 10και εισελθόντος αυτού εις Ιεροσόλυμα εσείσθη πάσα η πόλις λέγουσα τις εστιν ούτος 11οι δε όχλοι έλεγον ούτός εστιν Ιησούς ο προφήτης ο από Ναζαρέτ της Γαλιλαίς

Jesus Cleanses the Temple

12και εισήλθεν ο Ιησούς εις το ιερόν του θεού και εξέβαλε πάντας τους πωλούντας και αγοράζοντας εν τω ιερώ και τας τραπέζας των κολλυβιστών κατέστρεψε και τας καθέδρας των πωλούντων τας περιστεράς 13και λέγει αυτοίς γέγραπται ο οίκος μου οίκος προσευχής κληθήσεται υμείς δε αυτόν εποιήσατε σπήλαιον ληστών 14και προσήλθον αυτώ χωλοί και τυφλοί εν τω ιερώ και εθεράπευσεν αυτούς 15ιδόντες δε οι αρχιερείς και οι γραμματείς τα θαυμάσια α εποίησε και τους παίδας κράζοντας εν τω ιερώ και λέγοντας ωσαννά τω υιώ Δαβίδ ηγανάκτησαν 16και είπον αυτώ ακούεις τι ούτοι λέγουσιν ο δε Ιησούς λέγει αυτοίς ναι ουδέποτε ανέγνωτε οτι εκ στόματος νηπίων και θηλαζόντων κατηρτίσω αίνον 17και καταλιπών αυτούς εξήλθεν έξω της πόλεως εις Βηθανίαν και ηυλίσθη εκεί 18πρωϊας δε επανάγων εις την πόλιν επείνασε

Jesus Dries Up the Fig-tree

19και ιδών συκήν μίαν επί της οδού ήλθεν επ΄ αυτήν και ουδέν εύρεν εν αυτή ει μη φύλλα μόνον και λέγει αυτή μηκέτι εκ σου καρπός γένηται εις τον αιώνα και εξηράνθη παραχρήμα η συκή 20και ιδόντες οι μαθηταί εθαύμασαν λέγοντες πως παραχρήμα εξηράνθη η συκή 21αποκριθείς δε ο Ιησούς είπεν αυτοίς αμήν λέγω υμίν εάν έχητε πίστιν και μη διακριθήτε ου μόνον το της συκής ποιήσετε αλλά καν τω όρει τούτω είπητε άρθητι και βλήθητι εις την θάλασσαν γενήσεται 22και πάντα όσα αν αιτήσητε εν τη προσευχή πιστεύοντες λήψεσθε

Jesus' Authority Questioned

23και ελθόντι αυτώ εις το ιερόν προσήλθον αυτώ διδάσκοντι οι αρχιερείς και οι πρεσβύτεροι του λαού λέγοντες εν ποία εξουσία ταύτα ποιείς και τις σοι έδωκεν την εξουσίαν ταύτην 24αποκριθείς δε ο Ιησούς είπεν αυτοίς ερωτήσω υμάς καγώ λόγον ένα ον εάν είπητέ μοι καγώ υμίν ερώ εν ποία εξουσία ταύτα ποιώ 25το βάπτισμα Ιωάννου πόθεν ην εξ ουρανού η εξ ανθρώπων οι δε διελογίζοντο παρ΄ εαυτοίς λέγοντες εάν είπωμεν εξ ουρανού ερεί ημίν διάτι ουν ουκ επιστεύσατε αυτώ 26εάν δε είπωμεν εξ ανθρώπων φοβούμεθα τον όχλον πάντες γαρ έχουσι τον Ιωάννην ως προφήτην 27και αποκριθέντες τω Ιησού είπον ουκ οίδαμεν έφη αυτοίς και αυτός ουδέ εγώ λέγω υμίν εν ποία εξουσία ταύτα ποιώ

The Parable of the Two Sons

28τι δε υμίν δοκεί άνθρωπος τις είχε τέκνα δύο και προσελθών τω πρώτω είπεν τέκνον ύπαγε σήμερον εργάζου εν τω αμπελώνί μου 29ο δε αποκριθείς είπεν ου θέλω ύστερον δε μεταμεληθείς απήλθεν 30και προσελθών τω δευτέρω είπεν ωσαύτως ο δε αποκριθείς είπεν εγώ κύριε και ουκ απήλθε 31τις εκ των δύο εποίησε το θέλημα του πατρός λέγουσιν αυτώ ο πρώτος λέγει αυτοίς ο Ιησούς αμήν λέγω υμίν ότι οι τελώναι και αι πόρναι προάγουσιν υμάς εις την βασιλείαν του θεού 32ηλθέ γαρ προς υμάς Ιωάννης εν οδώ δικαιοσύνης και ουκ επιστεύσατε αυτώ οι δε τελώναι και αι πόρναι επίστευσαν αυτώ υμείς δε ιδόντες ου μετεμελήθητε ύστερον του πιστεύσαι αυτώ

The Parable of the Growers

33άλλην παραβολήν ακούσατε άνθρωπός τις ην οικοδεσπότης όστις εφύτευσεν αμπελώνα και φραγμόν αυτώ περιέθηκε και ώρυξεν εν αυτώ ληνόν και ωκοδόμησε πύργον και εξέδοτο αυτόν γεωργοίς και απεδήμησεν 34ότε δε ήγγισεν ο καιρός των καρπών απέστειλεν τους δούλους αυτού προς τους γεωργούς λαβείν τους καρπούς αυτού 35και λαβόντες οι γεωργοί τους δούλους αυτού ον μεν έδειραν ον δε απέκτειναν ον δε ελιθοβόλησαν 36πάλιν απέστειλεν άλλους δούλους πλείονας των πρώτων και εποίησαν αυτοίς ωσαύτως 37ύστερον δε απέστειλεν προς αυτούς τον υιόν αυτού λέγων εντραπήσονται τον υιόν μου 38οι δε γεωργοί ιδόντες τον υιόν είπον εν εαυτοίς ούτός εστιν ο κληρονόμος δεύτε αποκτείνωμεν αυτόν και κατάσχωμεν την κληρονομίαν αυτού 39και λαβόντες εξέβαλον αυτόν έξω του αμπελώνος και απέκτειναν 40όταν ουν έλθη ο κύριος του αμπελώνος τι ποιήσει τοις γεωργοίς εκείνοις 41λέγουσιν αυτώ κακούς κακώς απολέσει αυτούς και τον αμπελώνα εκδόσεται άλλοις γεωργοίς οίτινες αποδώσουσιν αυτώ τους καρπούς εν τοις καιροίς αυτών 42λέγει αυτοίς ο Ιησούς ουδέποτε ανέγνωτε εν ταις γραφαίς λίθον ον απεδοκίμασαν οι οικοδομούντες ούτος εγένηθη εις κεφαλήν γωνίας παρά κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών 43διά τούτο λέγω υμίν ότι αρθήσεται αφ΄ υμών η βασιλεία του θεού και δοθήσεται έθνει ποιούντι τους καρπούς αυτής 44και ο πεσών επί τον λίθον τούτον συνθλασθήσεται εφ΄ ον δ΄ αν πέση λικμήσει αυτόν 45και ακούσαντες οι αρχιερείς και οι Φαρισαίοι τας παραβολάς αυτού έγνωσαν ότι περί αυτών λέγει 46και ζητούντες αυτόν κρατήσαι εφοβήθησαν τους όχλους επειδή ως προφήτην αυτόν είχον
Copyright information for ABPGRK