Matthew 23

CHAPTER 23

Hypocrisy of the Scribes and Pharisees

τότε ο Ιησούς ελάλησεν τοις όχλοις και τοις μαθηταίς αυτού λέγων επί της Μωσέως καθέδρας εκάθισαν οι γραμματείς και οι Φαρισαίοι πάντα ουν όσα αν είπωσιν υμίν τηρείν τηρείτε και ποιείτε κατά δε τα έργα αυτών μη ποιείτε λέγουσιν γαρ και ου ποιούσι δεσμεύουσι γαρ φορτία βαρέα και δυσβάστακτα και επιτιθέασιν επί τους ώμους των ανθρώπων τω δε δακτύλω αυτών ου θέλουσι κινήσαι αυτά πάντα δε τα έργα αυτών ποιούσι προς το θεαθήναι τοις ανθρώποις πλατύνουσι δε τα φυλακτήρια αυτών και μεγαλύνουσιν τα κράσπεδα των ιματίων αυτών φιλούσί τε την πρωτοκλισίαν εν τοις δείπνοις και τας πρωτοκαθεδρίας εν ταις συναγωγαίς και τους ασπασμούς εν ταις αγοραίς και καλείσθαι υπό των ανθρώπων ραββί ραββί υμείς δε μη κληθήτε ραββί εις γαρ εστιν υμών ο καθηγητής ο Χριστός πάντες δε υμείς αδελφοί εστε και πατέρα μη καλέσητε υμών επί της γης εις γαρ εστιν ο πατήρ υμών ο εν τοις ουρανοίς 10 μηδέ κληθήτε καθηγηταί εις γαρ υμών εστιν ο καθηγητής ο Χριστός 11 ο δε μείζων υμών έσται υμών διάκονος 12 όστις δε υψώσει εαυτόν ταπεινωθήσεται και όστις ταπεινώσει εαυτόν υψωθήσεται

Woe to the Scribes and Pharisees

13 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι κατεσθίετε τας οικίας των χηρών και προφάσει μακρά προσευχόμενοι διά τούτο λήψεσθε περισσότερον κρίμα 14 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι κλείετε την βασιλείαν των ουρανών έμπροσθεν των ανθρώπων υμείς γαρ ουκ εισέρχεσθε ουδέ τους εισερχομένους αφίετε εισελθείν 15 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί οτι περιάγετε την θάλασσαν και την ξηράν ποιήσαι ένα προσήλυτον και όταν γένηται ποιείτε αυτόν υιόν γεέννης διπλότερον υμών 16 ουαί υμίν οδηγοί τυφλοί οι λέγοντες ος αν ομόση εν τω ναώ ουδέν εστιν ος δ΄ αν ομόση εν τω χρυσώ του ναού οφείλει 17 μωροί και τυφλοί τις γαρ μείζων εστίν ο χρυσός η ο ναός ο αγιάζων τον χρυσόν 18 και ος εάν ομόση εν τω θυσιαστηρίω ουδέν εστιν ος δ΄ αν ομόση εν τω δώρω τω επάνω αυτού οφείλει 19 μωροί και τυφλοί τι γαρ μείζον τον δώρον η το θυσιαστήριον το αγιάζον το δώρον 20 ο ουν ομόσας εν τω θυσιαστηρίω ομνύει εν αυτώ και εν πάσι τοις επάνω αυτού 21 και ο ομόσας εν τω ναώ ομνύει εν αυτώ και εν τω κατοικήσαντι αυτόν 22 και ο ομόσας εν τω ουρανώ ομνύει εν τω θρόνω του θεού και εν τω καθημένω επάνω αυτού 23 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι αποδεκατούτε το ηδύοσμον και το άνηθον και το κύμινον και αφήκατε τα βαρύτερα του νόμου την κρίσιν και τον έλεον και την πίστιν ταύτα έδει ποιήσαι κακείνα μη αφίεναι 24 οδηγοί τυφλοί οι διϋλίζοντες τον κώνωπα την δε κάμηλον καταπίνοντες 25 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι καθαρίζετε το έξωθεν του ποτηρίου και της παροψίδος έσωθεν δε γέμουσιν εξ αρπαγής και ακρασίας 26 Φαρισαίε τυφλέ καθάρισον πρώτον το εντός του ποτηρίου και της παροψίδος ίνα γένηται και το εκτός αυτών καθαρόν 27 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι παρομοιάζετε τάφοις κεκονιαμένοις οίτινες έξωθεν μεν φαίνονται ωραίοι έσωθεν δε γέμουσιν οστέων νεκρών και πάσης ακαθαρσίας 28 ούτω και υμείς έξωθεν μεν φαίνεσθε τοις ανθρώποις δίκαιοι έσωθεν δε μεστοί εστε υποκρίσεως και ανομίας 29 ουαί υμίν γραμματείς και Φαρισαίοι υποκριταί ότι οικοδομείτε τους τάφους των προφητών και κοσμείτε τα μνημεία των δικαίων 30 και λέγετε ει ήμεθα εν ταις ημέραις των πατέρων ημών ουκ αν ήμεν κοινωνοί αυτών εν τω αίματι των προφητών 31 ώστε μαρτυρείτε εαυτοίς ότι υιοί εστε των φονευσάντων τους προφήτας 32 και υμείς πληρώσατε το μέτρον των πατέρων υμών 33 οφείς γεννήματα εχιδνών πως φύγητε από της κρίσεως της γεέννης 34 διά τούτο ιδού εγώ αποστέλλω προς υμάς προφήτας και σοφούς και γραμματείς και εξ αυτών αποκτενείτε και σταυρώσετε και εξ αυτών μαστιγώσετε εν ταις συναγωγαίς υμών και διώξετε από πόλεως εις πόλιν 35 όπως έλθη εφ΄ υμάς παν αίμα δίκαιον εκχυνόμενον επί της γης απο του αίματος Αβελ του δικαίου έως του αίματος Ζαχαρίου υιού Βαραχίου ον εφονεύσατε μεταξύ του ναού και του θυσιαστηρίου 36 αμήν λέγω υμίν ότι ήξει πάντα ταύτα επί την γενεάν ταύτην

Jesus Laments Over Jerusalem

37 Ιερουσαλήμ Ιερουσαλήμ η αποκτένουσα τους προφήτας και λιθοβολούσα τους απεσταλμένους προς αυτήν ποσάκις ηθέλησα επισυναγαγείν τα τέκνα σου ον τρόπον επισύναγει όρνις τα νοσσία εαυτής υπό τας πτέρυγας και ουκ ηθελήσατε 38 ιδού αφίεται υμίν ο οίκος υμών έρημος 39 λέγω γαρ υμίν ου μη με ίδητε απ΄ άρτι έως αν είπητε ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου
Copyright information for ABPGRK