Matthew 4

CHAPTER 4

The Devil Tests Jesus

τότε ο Ιησούς ανήχθη εις την έρημον υπό του πνεύματος πειρασθήναι υπό του διαβόλου και νηστεύσας ημέρας τεσσαράκοντα και νύκτας τεσσαράκοντα ύστερον επείνασε και προσέλθων αυτώ ο πειράζων είπεν ει υιός ει του θεού ειπέ ίνα οι λίθοι ούτοι άρτοι γένωνται ο δε αποκριθείς είπε γέγραπται ουκ επ΄ άρτω μόνω ζήσεται άνθρωπος αλλ΄ επί παντί ρήματι εκπορευομένω διά στόματος θεού τότε παραλαμβάνει αυτόν ο διάβολος εις την αγίαν πόλιν και ίστησεν αυτόν επί το πτερύγιον του ιερού και λέγει αυτώ ει υιός ει του θεού βάλε σεαυτόν κάτω γέγραπται γαρ ότι τοις αγγέλοις αυτού εντελείται περί σου και επί χειρών αρούσί σε μήποτε προσκόψης προς λίθον τον πόδα σου έφη αυτώ ο Ιησούς πάλιν γέγραπται ουκ εκπειράσεις κύριον τον θεόν σου πάλιν παραλαμβάνει αυτόν ο διάβολος εις όρος υψηλόν λίαν και δείκνυσιν αυτώ πάσας τας βασιλείας του κόσμου και την δόξαν αυτών και λέγει αυτώ ταύτα πάντα σοι δώσω εάν πεσών προσκυνήσης μοι 10 τότε λέγει αυτώ ο Ιησούς ύπαγε οπίσω μου Σατανά γέγραπται γαρ κύριον τον θεόν σου προσκυνήσεις και αυτώ μόνω λατρεύσεις 11 τότε αφίησιν αυτόν ο διάβολος και ιδού άγγελοι προσήλθον και διηκόνουν αυτώ

The Beginning of Jesus' Ministry

12 ακούσας δε ο Ιησούς ότι Ιωάννης παρεδόθη ανεχώρησεν εις την Γαλιλαίαν 13 και καταλιπών την Ναζαρέθ ελθών κατώκησεν εις Καπερναούμ την παραθαλασσίαν εν ορίοις Ζαβουλών και Νεφθαλείμ 14 ίνα πληρωθή το ρηθέν διά Ησαϊου του προφήτου λέγοντος 15 γη Ζαβουλών και γη Νεφθαλείμ οδόν θαλάσσης πέραν του Ιορδάνου Γαλιλαία των εθνών 16 ο λαός ο καθήμενος εν σκότει είδε φως μέγα και τοις καθημένοις εν χώρα και σκιά θανάτου φως ανέτειλεν αυτοίς 17 από τότε ήρξατο ο Ιησούς κηρύσσειν και λέγειν μετανοείτε ήγγικε γαρ η βασιλεία των ουρανών

Jesus Gathers His Disciples

18 περιπατών δε ο Ιησούς παρά την θάλασσαν της Γαλιλαίας είδε δυο αδελφούς Σίμωνα τον λεγόμενον Πέτρον και Ανδρέαν τον αδελφόν αυτού βάλλοντας αμφίβληστρον εις την θάλασσαν ήσαν γαρ αλιείς 19 και λέγει αυτοίς δεύτε οπίσω μου και ποιήσω υμάς αλιείς ανθρώπων 20 οι δε ευθέως αφέντες τα δίκτυα ηκολούθησαν αυτώ 21 και προβάς εκείθεν είδεν άλλους δύο αδελφούς Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφόν αυτού εν τω πλοίω μετά Ζεβεδαίου του πατρός αυτών καταρτίζοντας τα δίκτυα αυτών και εκάλεσεν αυτούς 22 οι δε ευθέως αφέντες το πλοίον και τον πατέρα αυτών ηκολούθησαν αυτώ 23 και περιήγεν όλην την Γαλιλαίαν ο Ιησούς διδάσκων εν ταις συναγωγαίς αυτών και κηρύσσων το ευαγγέλιον της βασιλείας και θεραπεύων πάσαν νόσον και πάσαν μαλακίαν εν τω λαώ 24 και απήλθεν η ακοή αυτού εις όλην την Συρίαν και προσήνεγκαν αυτώ πάντας τους κακώς έχοντας ποικίλαις νόσοις και βασάνοις συνεχομένους και δαιμονιζομένους και σεληνιαζομένους και παραλυτικούς και εθεράπευσεν αυτούς 25 και ηκολούθησαν αυτώ όχλοι πολλοί από της Γαλιλαίας και Δεκαπόλεως και Ιεροσολύμων και Ιουδαίας και πέραν του Ιορδάνου
Copyright information for ABPGRK