Matthew 6

CHAPTER 6

Charity Done in Secret

1προσέχετε την ελεημοσύνην υμών μη ποιείν έμπροσθεν των ανθρώπων προς το θεαθήναι αυτοίς ει δε μήγε μισθόν ουκ έχετε παρά τω πατρί υμών τω εν τοις ουρανοίς 2όταν ουν ποιής ελεημοσύνην μη σαλπίσης έμπροσθέν σου ώσπερ οι υποκριταί ποιούσιν εν ταις συναγωγαίς και εν ταις ρύμαις όπως δοξασθώσιν υπό των ανθρώπων αμήν λέγω υμίν απέχουσι τον μισθόν αυτών 3σου δε ποιούντος ελεημοσύνην μη γνώτω η αριστερά σου τι ποιεί η δεξιά σου 4όπως η σου η ελεημοσύνη εν τω κρυπτώ και ο πατήρ σου ο βλέπων εν τω κρυπτώ αυτός αποδώσει σοι εν τω φανερώ

Prayer and Fasting

5και όταν προσεύχη ουκ έση ώσπερ οι υποκριταί ότι φιλούσιν εν ταις συναγωγαίς και εν ταις γωνίαις των πλατειών εστώτες προσεύχεσθαι όπως αν φανώσι τοις ανθρώποις αμήν λέγω υμίν ότι απέχουσι τον μισθόν αυτών 6συ δε όταν προσεύχη είσελθε εις το ταμείον σου και κλείσας την θύραν σου πρόσευξαι τω πατρί σου τω εν τω κρυπτώ και ο πατήρ σου ο βλέπων εν τω κρυπτώ αποδώσει σοι εν τω φανερώ 7προσευχόμενοι δε μη βαττολογήσητε ώσπερ οι εθνικοί δοκούσι γαρ ότι εν τη πολυλογία αυτών εισακουσθήσονται 8μη ουν ομοιωθήτε αυτοίς οίδε γαρ ο πατήρ υμών ων χρείαν έχετε προ του υμάς αιτήσαι αυτόν 9ούτως ουν προσεύχεσθε υμείς πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου 10ελθέτω η βασιλεία σου γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης 11τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον 12και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών 13και μη εσενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα εις τους αιώνας αμήν 14εάν γαρ αφήτε τοις ανθρώποις τα παραπτώματα αυτών αφήσει και υμίν ο πατήρ υμών ο ουράνιος 15εάν δε μη αφήτε τοις ανθρώποις τα παραπτώματα αυτών ουδέ ο πατήρ υμών ο ουράνιος αφήσει τα παραπτώματα υμών 16όταν δε νηστεύσητε μη γίνεσθε ώσπερ οι υποκριταί σκυθρωποί αφανίζουσι γαρ τα πρόσωπα αυτών όπως φανώσι τοις ανθρώποις νηστεύοντες αμήν λέγω υμίν ότι απέχουσι τον μισθόν αυτών 17συ δε νηστεύων άλειψαί σου την κεφαλήν και το πρόσωπόν σου νίψαι 18όπως μη φανής τοις ανθρώποις νηστεύων αλλά τω πατρί σου τω εν τω κρυπτώ και ο πατήρ σου ο βλέπων εν τω κρυπτώ αποδώσει σοι εν τω φανερώ

Treasures in Heaven

19μη θησαυρίζετε υμίν θησαυρούς επί της γης όπου σης και βρώσις αφανίζει και όπου κλέπται διορύσσουσι και κλέπτουσι 20θησαυρίζετε δε υμίν θησαυρούς εν ουρανώ όπου ούτε σης ούτε βρώσις αφανίζει και όπου κλέπται ου διορύσσουσιν ουδέ κλέπτουσιν 21όπου γαρ εστιν ο θησαυρός υμών εκεί έσται και η καρδία υμών 22ο λύχνος του σώματός εστιν ο οφθαλμός εάν ουν ο οφθαλμός σου απλούς η όλον το σώμά σου φωτεινόν έσται 23εάν δε ο οφθαλμός σου πονηρός η όλον το σώμά σου σκοτεινόν έσται ει ουν το φως το εν σοι σκότος εστί το σκότος πόσον 24ουδείς δύναται δυσί κυρίοις δουλεύειν η γαρ τον ένα μισήσει και τον έτερον αγαπήσει η ενός ανθέξεται και του ετέρου καταφρονήσει ου δύνασθε θεώ δουλεύειν και μαμμωνά

Be Not Anxious

25διά τούτο λέγω υμίν μη μεριμνάτε τη ψυχή υμών τι φάγητε και τι πίητε μηδέ τω σώματι υμών τι ενδύσησθε ουχί η ψυχή πλείόν εστι της τροφής και το σώμα του ενδύματος 26εμβλέψατε εις τα πετεινά του ουρανού ότι ου σπείρουσιν ουδέ θερίζουσιν ουδέ συνάγουσιν εις αποθήκας και ο πατήρ υμών ο ουράνιος τρέφει αυτά ουχ υμείς μάλλον διαφέρετε αυτών 27τις δε εξ υμών μεριμνών δύναται προσθείναι επί την ηλικίαν αυτού πήχυν ένα 28και περί ενδύματος τι μεριμνάτε καταμάθετε τα κρίνα του αγρού πως αυξάνει ου κοπιά ουδέ νήθει 29λέγω δε υμίν ότι ουδέ Σολομών εν πάση τη δόξη αυτού περιεβάλετο ως εν τούτων 30ει δε τον χόρτον του αγρού σήμερον όντα και αύριον εις κλίβανον βαλλόμενον ο θεός ούτως αμφιέννυσιν ου πολλώ μάλλον υμάς ολιγόπιστοι 31μη ουν μεριμνήσητε λέγοντες τι φάγωμεν η τι πίωμεν η τι περιβαλώμεθα 32πάντα γαρ ταύτα τα έθνη επιζητεί οίδε γαρ ο πατήρ υμών ο ουράνιος ότι χρήζετε τούτων απάντων 33ζητείτε δε πρώτον την βασιλείαν του θεού και την δικαιοσύνην αυτού και ταύτα πάντα προστεθήσεται υμίν 34μη ουν μεριμνήσητε εις την αύριον η γαρ αύριον μεριμνήσει τα εαυτής αρκετόν τη ημέρα η κακία αυτής
Copyright information for ABPGRK