Matthew 11

CHAPTER 11

John the Baptist Sends Disciples to Jesus

1και εγένετο ότε ετέλεσεν ο Ιησούς διατάσσων τοις δώδεκα μαθηταίς αυτού μετέβη εκείθεν του διδάσκειν και κηρύσσειν εν ταις πόλεσιν αυτών 2ο δε Ιωάννης ακούσας εν τω δεσμωτηρίω τα έργα του Χριστού πέμψας δύο των μαθητών αυτού 3είπεν αυτώ συ ει ο ερχόμενος η έτερον προσδοκώμεν 4και αποκριθείς ο Ιησούς είπεν αυτοίς πορευθέντες απαγγείλατε Ιωάννη α ακούετε και βλέπετε 5τυφλοί αναβλέπουσι και χωλοί περιπατούσι λεπροί καθαρίζονται και κωφοί ακούουσι νεκροί εγείρονται και πτωχοί ευαγγελίζονται 6και μακάριός εστιν ος εάν μη σκανδαλισθή εν εμοί

Jesus Speaks Concerning John the Baptist

7τούτων δε πορευομένων ήρξατο ο Ιησούς λέγειν τοις όχλοις περί Ιωάννου τι εξήλθετε εις την έρημον θεάσασθαι κάλαμον υπό ανέμου σαλευόμενον 8αλλά τι εξήλθετε ιδείν άνθρωπον εν μαλακοίς ιματίοις ημφιεσμένον ιδού οι τα μαλακά φορούντες εν τοις οίκοις των βασιλείων εισίν 9αλλά τι εξήλθετε ιδείν προφήτην ναι λέγω υμίν και περισσότερον προφήτου 10ούτος γαρ εστι περί ου γέγραπται ιδού εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου ος κατασκευάσει την οδόν σου έμπροσθέν σου 11αμήν λέγω υμίν ουκ εγήγερται εν γεννητοίς γυναικών μείζων Ιωάννου του βαπτιστού ο δε μικρότερος εν τη βασιλεία των ουρανών μείζων αυτού εστιν 12από δε των ημερών Ιωάννου του βαπτιστού έως άρτι η βασιλεία των ουρανών βιάζεται και βιασταί αρπάζουσιν αυτήν 13πάντες γαρ οι προφήται και ο νόμος έως Ιωάννου προεφήτευσαν 14και ει θέλετε δέξασθαι αυτός εστιν Ηλίας ο μέλλων έρχεσθαι 15ο έχων ώτα ακούειν ακουέτω 16τίνι δε ομοιώσω την γενεάν ταύτην ομοία εστί παιδίοις εν αγορά καθημένοις και προσφωνούσι τοις εταίροις αυτών 17και λέγουσιν ηυλήσαμεν υμίν και ουκ ωρχήσασθε εθρηνήσαμεν υμίν και ουκ εκόψασθε 18ήλθεν γαρ Ιωάννης μήτε εσθίων μήτε πίνων και λέγουσι δαιμόνιον έχει 19ήλθεν ο υιός του ανθρώπου εσθίων και πίνων και λέγουσιν ιδού άνθρωπος φάγος και οινοπότης τελωνών φίλος και αμαρτωλών και εδικαιώθη η σοφία από των τέκνων αυτής

Woe to the Unrepentant Cities

20τότε ήρξατο ονειδίζειν τας πόλεις εν αις εγένοντο αι πλείσται δυνάμεις αυτού ότι ου μετενόησαν 21ουαί σοι Χοραζίν ουαί σοι Βηθσαϊδά ότι ει εν Τύρω και Σιδώνι εγένοντο αι δυνάμεις αι γενόμεναι εν υμίν πάλαι αν εν σάκκω και σποδώ μετενόησαν 22πλήν λέγω υμίν Τύρω και Σιδώνι ανεκτότερον έσται εν ημέρα κρίσεως η υμίν 23και συ Καπερναούμ η έως του ουρανού υψωθείσα έως άδου καταβιβασθήση ότι ει εν Σοδόμοις εγένοντο αι δυνάμεις αι γενόμεναι εν σοι έμειναν αν μέχρι της σήμερον 24πλήν λέγω υμίν ότι γη Σοδόμων ανεκτότερον έσται εν ημέρα κρίσεως η σοι

The Son Reveals the Father

25εν εκείνω τω καιρώ αποκριθείς ο Ιησούς είπεν εξομολούγούμαι σοι πάτερ κύριε του ουρανού και της γης ότι απέκρυψας τάυτα από σοφών και συνετών και απεκάλυψας αυτά νηπίοις 26ναι ο πατήρ ότι ούτως εγένετο ευδοκία έμπροσθέν σου 27πάντα μοι παρεδόθη υπό του πατρός μου και ουδείς επιγινώσκει τον υιόν ει μη ο πατήρ ουδέ τον πατέρα τις επιγινώσκει ει μη ο υιός και ω εάν βούληται ο υιός αποκαλύψαι 28δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι καγώ αναπαύσω υμάς 29άρατε τον ζυγόν μου εφ΄ υμάς και μάθετε απ΄ εμού ότι πράός ειμι και ταπεινός τη καρδία και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών 30ο γαρ ζυγός μου χρηστός και το φορτίον μου ελαφρόν εστιν
Copyright information for ABPGRK