Micah 1

CHAPTER 1

Judgment on Israel and Judah

και εγένετο λόγος κυρίου προς Μιχαίαν τον του Μωρασθεί εν ημέραις Ιωάθαμ και Αχαζ και Εζεκίου βασιλέων Ιούδα υπέρ ων είδε περί Σαμαρείας και περί Ιερουσαλήμ ακούσατε λαοί πάντας λόγους και προσεχέτω η γη και πάντες οι εν αυτή και έσται κύριος ο θεός εν υμίν εις μαρτύριον κύριος εξ οίκου αγίου αυτού διότι ιδού κύριος εκπορεύεται εκ του τόπου αυτού και καταβήσεται και επιβήσεται επί τα ύψη της γης και σαλευθήσεται τα όρη υποκάτωθεν αυτού και αι κοιλάδες τακήσονται ωσεί κηρός από προσώπου πυρός και ως ύδωρ καταφερόμενον εν καταβάσει διά ασέβειαν Ιακώβ πάντα ταύτα και διά αμαρτίαν οίκου Ισραήλ τις η ασέβεια Ιακώβ ουχί η Σαμάρεια και τις η αμαρτία οίκου Ιούδα ουχί Ιερουσαλήμ και θήσομαι Σαμάρειαν εις οπωροφυλάκιον αγρού και εις φυτείαν αμπελώνος και κατασπάσω εις χάος τους λίθους αυτής και τα θεμέλια αυτής αποκαλύψω και πάντα τα γλυπτά αυτής κατακόψουσι και πάντα τα μισθώματα αυτής εμπρήσουσιν πυρί και πάντα τα είδωλα αυτής θήσομαι εις αφανισμόν διότι εκ μισθωμάτων πορνείας συνήγαγε και εκ μισθωμάτων πόρνης κατέστρεψεν ένεκεν τούτου κόψεται και θρηνήσει πορεύσεται ανυπόδετος και γυμνή ποιήσεται κοπετόν ως δρακόντων και πένθος ως θυγατέρων σειρήνων ότι κατεκράτησεν η πληγή αυτής διότι ήλθεν έως Ιούδα και ήψατο έως πύλης λαού μου έως Ιερουσαλήμ 10 οι εν Γεθ μη μεγαλύνεσθε και οι εν Βαχείμ μη ανοικοδομείτε εξ οίκου κατά γέλωτα γην καταπάσασθε καταγέλωτα υμών 11 κατοικούσα καλώς τας πόλεις αυτής ουκ εξήλθε κατοικούσα Σαινάν κόψασθαι οίκον εχόμενον αυτής λήψεται εξ υμών πληγήν οδύνης 12 τις ήρξατο εις αγαθά κατοικούση εν οδύναις ότι κατέβη κακά παρά κυρίου επί πύλαις Ιερουσαλήμ 13 ψόφος αρμάτων και ιππευόντων κατοικούσα Λαχής αρχηγός αμαρτίας έστι τη θυγατρί Σιών ότι εν σοι ευρέθησαν ασέβειαι Ισραήλ 14 διά τούτο δώσει εξαποστελλομένους έως κληρονομίας Γεθ οίκους ματαίους εις κενόν εγένοντο τοις βασιλεύσι Ισραήλ 15 έως τους κληρονόμους αγάγωσί σοι κατοικούσα Λαχής κληρονομία σου έως Οδολλάμ ήξει δόξα της θυγατρός Ισραήλ 16 ξύρησαι και κείραι επί τα τέκνα τα τρυφερά σου εμπλάτυνον την ξύρησίν σου ως αετός ότι ηχμαλωτεύθησαν από σου
Copyright information for ABPGRK