Micah 2

CHAPTER 2

Destruction of Israel and Judah Foretold

1εγένοντο λογιζόμενοι κόπους και εργαζόμενοι κακά εν ταις κοίταις αυτών και άμα τη ημέρα συνετέλουν αυτά διότι ουκ ήραν προς τον θεόν τας χείρας αυτών 2και επεθύμουν αγρούς και διήρπαζον ορφανούς και οίκους κατεδυνάστευον και διήρπαζον άνδρα και τον οίκον αυτού άνδρα και την κληρονομίαν αυτού 3διά τούτο τάδε λέγει κύριος ιδού εγώ λογίζομαι επί την φυλήν ταύτην κακά εξ ων ου μη άρητε τους τραχήλους υμών και ου μη πορεύθητε ορθοί ότι καιρός πονηρός εστιν 4εν τη ημέρα εκείνη ληφθήσεται εφ΄ υμάς παραβολή και θρηνηθήσεται θρήνος εν μέλει λέγων ταλαιπωρία εταλαιπωρήσαμεν μερίς λαού μου κατεμετρήθη εν σχοινίω και ουκ ην ο κωλύων αυτόν του αποστρέψαι οι αγροί υμών διεμερίσθησαν 5διά τούτο ουκ έσται σοι βάλλων σχοινίον εν κλήρω εν εκκλησία κυρίου 6μη κλαίετε δάκρυσι μηδέ δακρυέτωσαν επί τούτοις ουδέ γαρ απώσεται ονείδη 7ο λέγων οίκος Ιακώβ παρώργισε το πνεύμα κυρίου ει ταύτα επιτηδεύματα αυτού εστιν ουχί οι λόγοι αυτού καλοί μετ΄ αυτού και ορθοί πεπόρευνται 8και έμπροσθεν ο λαός μου εις έχθραν αντέστη κατέναντι της ειρήνης αυτού την δοράν αυτού εξέδειραν του αφελέσθαι ελπίδας συντριμμόν πολέμου 9ηγούμενοι λαού μου απορριφήσονται εκ των οίκων τρυφής αυτών διά τα πονηρά επιτηδεύματα αυτών εξώσθησαν εγγίσατε όρεσιν αιωνίοις 10ανάστηθι και πορεύου ότι ουκ έστι σοι αυτή ανάπαυσις ένεκεν ακαθαρσίας διεφθάρητε φθορά 11κατεδιώχθητε ουδενός διώκοντος πνεύμα έστησε ψευδές εστάλαξέ σοι εις οίνον και εις μέθυσμα και έσται εκ της σταγόνος του λαού τούτου

The Gathering of the Remnant

12συναγόμενος συναχθήσεται Ιακώβ συν πάσιν εκδεχόμενος εκδεξομαι τους καταλοίπους του Ισραήλ επιτοαυτό θήσομαι την αποστροφήν αυτών ως πρόβατα εν θλίψει ως ποίμνιον εν μέσω κοίτης αυτών εξαλούνται εξ ανθρώπων 13ανάβηθι διά της διακοπής προ προσώπου αυτών διέκοψαν και διήλθον πύλην και εξήλθον δι΄ αυτής και εξήλθεν βασιλεύς αυτών προ προσώπου αυτών ο δε κύριος ηγήσεται αυτών
Copyright information for ABPGRK