Micah 6

CHAPTER 6

The Judgment of The LORD

1ακούσατε δη α ο κύριος είπεν ανάστηθι κρίθητι προς τα όρη και ακουσάτωσαν οι βουνοί φωνήν σου 2ακούσατε όρη την κρίσιν κυρίου και αι φάραγγες θεμέλια της γης ότι κρίσις τω κυρίω προς τον λαόν αυτού και μετά του Ισραήλ διελεγχθήσεται 3λαός μου τι εποίησά σοι η τι παρηνώχλησά σοι αποκρίθητί μοι 4διότι ανήγαγόν σε εκ γης Αιγύπτου και εξ οίκου δουλείας ελυτρωσάμην σε και εξαπέστειλα προ προσώπου σου Μωυσήν και Ααρών και Μαριάμ 5λαός μου μνήσθητι δη τι εβουλεύσατο κατά σου Βαλαάκ βασιλεύς Μωάβ και τι απεκρίθη αυτώ Βαλαάμ υιός Βεώρ από των σχοίνων έως του Γαλγάλ όπως γνωσθή η δικαιοσύνη του κυρίου 6εν τίνι καταλάβω τον κύριον αντιλήψομαι θεού μου υψίστου ει καταλήψομαι αυτόν εν ολοκαυτώμασιν εν μόσχοις ενιαυσίοις 7ει προσδέξεται κύριος εν χιλιάσι κριών η εν μυριάσιν χιμάρων πιόνων ει δω πρωτότοκα μου υπέρ αμαρτίας μου καρπόν κοιλίας μου υπέρ ασεβείας ψυχής μου 8απηγγέλη σοι άνθρωπε τι καλόν η τι κύριος εκζητεί παρά σου αλλ΄ η του ποιείν κρίμα και αγαπάν έλεον και έτοιμον είναι του πορεύεσθαι μετά θεού σου 9φωνή κυρίου τη πόλει επικληθήσεται και σώσει φοβουμένους το όνομα αυτού άκουε φυλή και τις κοσμήσει πόλιν 10μη πυρ και οίκος ανόμου θησαυρίζων θησαυρούς ανόμους και μετά ύβρεως άδικα 11ει δικαιωθήσεται εν ζυγώ άνομος και εν μαρσίππω στάθμια δόλου 12εξ ων τον πλούτον αυτών ασεβείας έπλησαν και οι κατοικούντες αυτήν ελάλησαν ψευδή και η γλώσσα αυτών υψώθη εν τω στόματι αυτών 13και εγώ εβασάνισά σε αφανισμώ διά τας αμαρτίας σου 14συ φάγεσαι και ου μη εμπλησθής και εξώσω σε εν σοι και καταλήψη και ου μη διασωθής και όσοι εαν διασωθώσιν εις ρομφαίαν παραδοθήσονται 15συ σπερείς και ουκ αμήσης πιέσεις ελαίαν και ου μη αλείψη ελαίω και οίνον και ου μη πίεσαι και αφανισθήσεται νόμιμα λαού μου 16και εφύλαξας τα δικαιώματα Ζαμβρί και πάντα τα έργα οίκου Αχαάβ και επορεύθητε εν ταις βουλαίς αυτών όπως παραδώ σε εις αφανισμόν και τους κατοικούντας αυτήν εις συρισμόν και ονείδη λαών λήψεσθε
Copyright information for ABPGRK