Nehemiah 1

CHAPTER 1

Nehemiah Prays and Fasts

λόγοι Νεεμίου υιόυ Χαλκίου και εγένετο εν μηνί Χασελεύ έτους εικοστού και εγώ ήμην εν Σουσάν Αβιρά και ήλθεν Ανανί εις από αδελφών μου αυτός και άνδρες Ιούδα και ηρώτησα αυτούς περί των Ιουδαίων των διασωθέντων οι κατελείφθησαν από της αιχμαλωσίας και περί Ιερουσαλήμ και είπον προς με οι υπολελειμμένοι οι καταλειφθέντες από της αιχμαλωσίας εκεί εν τη χώρα εν πονηρία μεγάλη και εν ονειδισμώ και τα τείχη Ιερουσαλήμ καθηρημένα και πύλαι αυτής ενεπρήσθησαν εν πυρί και εγένετο εν τω ακούσαί με τους λόγους τούτους εκάθισα και έκλαυσα και επένθησα ημέρας και ήμην νηστεύων και προσευχόμενος ενώπιον του θεού του ουρανού και είπα ω δη κύριε ο θεός του ουρανού ο ισχυρός και μέγας και φοβερός φυλάσσων την διαθήκην και το έλεος τοις αγαπώσιν αυτόν και τοις φυλάσσουσι τας εντολάς αυτού έστω δη το ους σου προσέχον και οι οφθαλμοί σου ανεωγμένοι του ακούσαι προσευχήν του δούλου σου ην εγώ προσεύχομαι ενώπιόν σου σήμερον ημέραν και νύκτα περί υιών Ισραήλ δούλων σου και εξαγορεύω επί αμαρτίαις υιών Ισραήλ αις ημάρτομέν σοι και εγώ και ο οίκος του πατρός μου ημάρτομεν διαλύσει διελύσαμεν προς σε και ουκ εφυλαξάμεν τας εντολάς και τα προστάγματα και τα κρίματα α ενετείλω τω Μωυσή παιδί σου μνήσθητι δη τον λόγον ον ενετείλω Μωυσή τω παιδί σου λέγων εάν ασυνθετήσητε υμείς εγώ διασκορπιώ υμάς εν τοις λαοίς και εάν επιστρέψητε προς με και φυλάξητε τας εντολάς μου και ποιήσητε αυτάς και εάν η η διασπορά υμών εως άκρου του ουρανού εκείθεν συνάξω αυτούς και εισάξω αυτούς εις τον τόπον ον εξελεξάμην κατασκηνώσαι το όνομά μου εκεί 10 και αυτοί παίδές σου και λαός σου ους ελυτρώσω εν τη δυνάμει σου τη μεγάλη και εν τη χειρί σου τη κραταιά 11 δη κύριε έστω το ους σου προσέχον εις την προσευχήν του δούλου σου και εις την προσευχήν παίδων σου των θελόντων φοβείσθαι το όνομά σου και ευόδωσον δη τω παιδί σου σήμερον και δος αυτόν εις οικτιρμούς ενώπιον του ανδρός τούτου και εγώ ήμην οινοχόος τω βασιλεί
Copyright information for ABPGRK