Nehemiah 11

CHAPTER 11

Lots Cast Over Jerusalem

1και εκάθισαν οι άρχοντες του λαού εν Ιερουσαλήμ και οι κατάλοιποι του λαού έβαλον κλήρους ενέγκαι ένα από των δέκα καθίσαι εν Ιερουσαλήμ τη πόλει τη αγία και εννέα μέρη εν ταις πόλεσι 2και ευλόγησεν ο λαός πάντας τους άνδρας τους εκουσιαζομένους καθίσαι εν Ιερουσαλήμ 3και ούτοι οι άρχοντες της χώρας οι εκάθισαν εν Ιερουσαλήμ και εν πόλεσιν Ιούδα εκάθισαν ανήρ εν κατασχέσει αυτού εν πόλεσιν αυτών Ισραήλ οι ιερείς και οι Λευίται και οι Ναθιναίοι και οι υιοί δούλων Σολομώντος 4και εν Ιερουσαλήμ εκάθισαν από υιών Ιούδα και από υιών Βενιαμίν από υιών Ιούδα Αθεέ υιός Οζία υιός Ζαχαρίας υιός Σαμαρία υιός Σαφατία υιός Μαλελιήλ και από των υιών Φαρές 5Μαασία υιός Βαρούχ υιός Χαλαζά υιός Οζιά υιός Αδαϊα υιός Ιωαρείβ υιός Ζαχαρίου υιός του Σηιλονί 6πάντες υιοί Φαρές οι καθήμενοι εν Ιερουσαλήμ τετρακόσιοι εξηκονταοκτώ άνδρες δυνάμεως 7και ούτοι οι υιοί Βενιαμίν Σηλώμ υιός Μεσουλάμ υιός Ιωάδ υιός Φαδαϊα υιός Κωλεία υιός Μαασίου υιός Εθιήλ υιός Ιεσσεία 8και οπίσω αυτού Γεβουέ Σηλεεϊ εννακόσιοι εικοσιοκτώ 9και Ιωήλ υιός Ζεχρί επίσκοπος επ΄ αυτούς και Ιούδα υιός Ασάμ επί της πόλεως δεύτερος 10από των ιερέων και Ιαδεία υιός Ιωρείβ Ιαχίν 11Σαρέας υιός Ελχία υιός Μεσουλάμ υιός Σαδδούκ υιός Μαριώθ υιός Ααχιτώβ ηγούμενος οίκου του θεού 12και αδελφοί αυτών ποιούντες το έργον του οίκου οκτακόσιοι εικοσιδύο και Αδαϊα υιός Ιεροάμ υιόυ Φαλαλία υιόυ ναμασί υιόυ Ζαχαρία υιόυ Φασούρ υιόυ Μελχία 13και αδελφοί αυτού άρχοντες πατριών διακόσιοι τεσσαρακονταδύο και Αμασαϊ υιός Εσριήλ υιόυ Σακχίου υιόυ Μασαλιμώθ υιόυ Εμμήρ 14και αδελφοί αυτού δυνατοί παρατάξεως εκατόν εικοσιοκτώ και επίσκοπος επ΄ αυτούς Ζεχριήλ υιός των μεγάλων 15και από των Λευιτών Σαμαϊα υιός Ασούβ υιόυ Εσρικάμ υιόυ Ασαβία υιόυ Βοννά 16και Σαββαθαίος και Ιωσαβάδ επί τα έργα του οίκου του θεού εξωτάτου και από των αρχόντων των Λευιτών 17και Ματθανίας υιός Μιχά υιός Ζεχρεί υιόυ Ασάβ άρχων του αίνου και Ιούδας της προσευχής και Βοκχείας δεύτερος εκ των αδελφών αυτού και Αβδίας υιός Σαμαϊου υιόυ Γαλέλ υιόυ Ιδιθούν 18πάντες οι Λευίται εν τη πόλει τη αγία διακόσιοι ογδοηκοντατέσσαρες 19και οι πυλωροί Ακούβ Τελαμίν και οι αδελφοί αυτών οι φυλάσσοντες εν ταις πύλαις εκατόν εβδομηκονταδύο 20το δε λοιπόν του Ισραήλ και οι ιερείς και οι Λευίται εν πάσαις ταις πόλεσι της Ιουδαίας ανήρ εν τη κληρονομία αυτού 21και οι Ναθιναίοι οι κατώκησαν εν Οφλά και Σιαά και Γεσφάς από των Ναθναίων 22και επίσκοπος Λευιτών εν Ιερουσαλήμ Οζεϊ υιός Βανί υιόυ Σαβία υιόυ Μαθθανίου υιόυ Μιχά από υιών Ασάφ των αδόντων απέναντι έργου οίκου του θεού 23ότι εντολή του βασιλέως επ΄ αυτούς και διέμενεν εν πίστει επί τοις ωδοίς λόγος εκάστης ημέρας εν τη ημέρα αυτού 24και Φαθαϊα υιός Μασσιζαβήλ από των υιών Ζάρα υιόυ Ιούδα προς χείρα του βασιλέως εις πάντα λόγον τω λαώ 25και προς τας επαύλεις εν αγρώ αυτών και από υιών Ιούδα εκάθισαν εν Καριαθαρβώγ και εν ταις θυγατράσιν αυτής και εν Δαιβών και εν ταις θυγατράσιν αυτής και εν Καβσεήλ και εν ταις αυλαίς αυτής 26και εν Ιησού και εν Μωλαδά και εν Βηθφαλάτ 27και εν Ασερσωάλ και εν Βηρσαβεαί και ταις θυγατράσιν αυτής 28και εν Σεκελάγ και εν Μαβνή και εν ταις θυγατράσιν αυτής 29και εν Ρεμαών και εν Σαρά και εν Ιεριμούθ 30και εν Ζαννοά και Οδολλάμ και ταις επαύλεσιν αυτών και εν Λαχείς και τοις αγροίς αυτής και εν Αζηκά και εν ταις θυγατράσιν αυτής και παρενεβάλοσαν εν Βηρσαβεαί έως φάραγγος Εννόμ 31και οι υιοί Βενιαμίν από Γαβαά και Μαχμάς και Γε και Βαιθήλ και των θυγατέρων αυτής 32και εν Αναθώθ Νοβ Ανία 33Ασώρ Ραμά Γεθθαϊμ 34Αδώδ Σεβωείμ Ναβαλάτ 35Λύδδα και Ονωγκαρασείμ 36και εκ των Λευιτών μερίδες εν τω Ιούδα και Βενιαμίν
Copyright information for ABPGRK