Nehemiah 12

CHAPTER 12

The Priests and Levites Ascend with Zerubbabel

1και ούτοι οι ιερείς και οι Λευίται οι αναβάντες μετά Ζοροβάβελ υιόυ Σαλαθιήλ και Ιησού Σαραϊα Ιερεμίας Έσδρας 2Αμαρίας Μαλούχ Αττούς 3Σεχενίας Ρεούμ Μαρειμώθ 4Αδαϊας Γεναθών Αβίας 5Μιαμείν Μααδίας Βελγάς 6Σεμεϊας Ιωιαρείβ Ιδεϊας 7Σαλού Αμούκ Χελκείας Ωδουϊας ούτοι οι άρχοντες των ιερέων και αδελφοί αυτών εν ημέραις Ιησού 8και οι Λευίται Ιησούς Βανουϊ Καδμιήλ Σαραβίας Ιωδαέ Ματθανίας επί των εξομολογήσεων αυτός και οι αδελφοί αυτού 9και Βακβακίας και Αναϊ οι αδελφοί αυτών απέναντι αυτών εις τας εφημερίας 10και Ιησούς εγέννησε τον Ιωακείμ και Ιωακείμ εγέννησε τον Ελιασήβ και Ελιασήβ τον Ιωδαέ 11και Ιωδαέ εγέννησε τον Ιωνάθαν και Ιωνάθαν εγέννησε τον Αδδού 12και εν ημέραις Ιωακείμ ήσαν οι ιερείς και οι άρχοντες των πατριών τω Σαραϊα Αμαρίας τω Ιερεμία Ανανίας 13τω Έσδρα Μεσουλάμ τω Αμαρία Ιωνάν 14τω Αμαλούχ Ιωνάθαν τω Σεχενία Ιωσήφ 15τω Αρές Εδνάς τω Μαριώθ Ελκέ 16τω Αδδαϊ Ζαχαρίας τω Γαναθών Μεσολάμ 17τω Αβιά Ζεχρί τω Μιαμίν Μααδαϊ τω Φελετί 18τω Βαλγάς Σαμουέ τω Σεμεϊα Ιωνάθαν 19τω Ιωαρείβ Μαθαναϊ τω Ιδίω Οζί 20τω Σαλαϊ Καλλαϊ τω Αμούκ Αβέδ 21τω Ελκία Ασαβία τω Οδουϊα Ναθαναήλ 22οι Λευίται εν ημέραις Ελιασίβ Ιωάδα και Ιωά και Ιωανάν και Ιδουά γεγραμμένοι άρχοντες των πατριών και οι ιερείς εν βασιλεία Δαρείου του Πέρσου 23υιοί δε Λευί άρχοντες των πατριών γεγραμμένοι επί βιβλίου λόγων των ημερών και έως ημερών Ιωνάν υιόυ Ελιασούβ 24και οι άρχοντες των Λευιτών Ασαβίας και Σαραβίας και Ιησού και οι υιοί Καδμιήλ και αδελφοί αυτών κατέναντι αυτών εις το αινείν και εξομολογείσθαι εν εντολή Δαυίδ ανθρώπου του θεού εφημερία προς εφημερίαν 25Μαθθανίας και Βακβακίας Αβδείας Μοσολάμ Τελμών Ακκούβ φυλάσσοντες πυλωροί φυλακής εν τω συναγαγείν με τους πυλωρούς 26ούτοι εν ημέραις Ιωακείμ υιόυ Ιησού υιόυ Ιωσεδέκ και εν ημέραις Νεεμία του άρχοντος και Έσδρας του ιερέως και γραμματέως

The Festival of Dedication

27και εν εγκαινίοις τείχους Ιερουσαλήμ εζήτησαν τους Λευίτας εν τοις τόποις αυτών του ενέγκαι αυτούς εις Ιερουσαλήμ ποιήσαι εγκαίνια και ευφροσύνην και εν αινέσει και εν ωδαίς κυμβαλίζοντες και ψαλτήρια και κινύραις 28και συνήχθησαν οι υιοί των αδόντων και από της περιχώρου κυκλόθεν Ιερουσαλήμ και από επαύλεων του Νετωφατί 29και εν Βαιθγαλγάλ και από αγρών Γαβέαι και Ασμώθ ότι επαύλεις ωκοδόμησαν εαυτοίς οι άδοντες περικύκλω Ιερουσαλήμ 30και εκαθαρίσθησαν οι ιερείς και οι Λευίται και εκαθάρισαν τον λαόν και τας πύλας και το τείχος 31και ανήνεγκαν τους άρχοντας Ιούδα επάνω του τείχους και έστησαν δύο περί αινέσεως μεγάλους και διήλθον εκ δεξιών του τείχους της πύλης της κοπρίας 32και επορεύθη οπίσω αυτών Ασαϊας και ήμισυ αρχόντων Ιούδα 33και Αζαρίας και Έσδρας και Μεσολάμ 34και Ιούδας και Βενιαμίν και Σαμαϊας και Ιερεμίας 35και από των υιών των ιερέων εν σάλπιγξι Ζαχαρίας υιός Ιωνάθαν υιόυ Σαμαϊα υιόυ Ματθανία υιόυ Μαχαϊα υιόυ Ζακχούρ υιόυ Ασάφ 36και αδελφοί αυτού Σαμαϊας και Εζριήλ Γελωλαϊ Μαϊα Ναθαναήλ και Ιούδας και Ανανί του αινείν εν σκεύεσιν ωδαίς Δαυίδ ανθρώπου θεού και Έσδρας ο γραμματεύς έμπροσθεν αυτών 37επί πύλης της πηγής κατέναντι αυτών ανέβησαν επί τοις κλίμακας πόλεως Δαυίδ εν αναβάσει του τείχους επάνωθεν του οίκου Δαυίδ και έως της πύλης του ύδατος κατ΄ ανατολάς 38και περί αινέσεως η δευτέρα εξεπορεύετο συναντώσα αυτοίς και εγώ οπίσω αυτής και το ήμισυ του λαού επάνω του τείχους υπεράνω του πύργου των θεννουρίμ και έως του τείχους του πλατέος 39και υπεράνω της πύλης Εφραϊμ και επί την πύλην την Εισιανά και επί την πύλην την ιχθυηράν και πύργον Αναμεήλ και από του πύργου του Μεά και έως της πύλης της προβατικής και έστησαν επί πύλην της φυλακής 40και έστησαν αι δύο της αινέσεως εν οίκω του θεού και εγώ και το ήμισυ των στρατηγών μετ΄ εμού 41και οι ιερείς Ελιακείμ Μαασίας Μιαμίν Μιχαϊας Ελιωηναϊ Ζαχαρίας Ανανίας εν σάλπιγξιν 42και Μαασίας και Σεμεϊας Ελεάζαρ Οζί Ιωανάν Μελχίας και Αιλάμ και Ιεζούρ και ηκούσθησαν οι άδοντες και Ιεσρίας επίσκοπος 43και έθυσαν εν τη ημέρα εκείνη θυσιάσματα μεγάλα και ηυφράνθησαν ότι ο θεός εύφρανεν αυτούς ευφροσύνη μεγάλη και αι γυναίκες αυτών και τα τέκνα αυτών ηυφράνθησαν και ηκούσθη η ευφροσύνη εν Ιερουσαλήμ μακρόθεν 44και κατέστησαν εν τη ημέρα εκείνη άνδρας επί των γαζοφυλακίων τοις θησαυροίς ταις απαρχαίς και ταις δεκάταις του συναγαγείν εν αυτοίς από των αγρών των πόλεων μερίδας τοις ιερεύσι και τοις Λευίταις ότι ευφροσύνη ην εν Ιούδα και επί τους ιερείς και τους Λευίτας τους εστώτας 45και εφύλαξαν φυλακήν του θεού αυτών και φυλακάς του καθαρισμού και τους άδοντας και τους πυλωρούς ως εντολαί Δαυίδ και Σολομώντος υιού αυτού 46ότι εν ημέραις Δαυίδ και Ασάφ απ΄ αρχής πρώτος των αδόντων και ύμνον και αίνεσιν τω θεώ 47και πας Ισραήλ εν ημέραις Ζοροβάβελ και εν ταις ημέραις Νεεμίου διδόντες μερίδας των αδόντων και των πυλωρών λόγον ημέρας εν ημέρα αυτού και αγιάζοντες τοις Λευίταις και οι Λευίται αγιάζοντες τοις υιοίς Ααρών
Copyright information for ABPGRK