Nehemiah 2

CHAPTER 2

Nehemiah Asks Permission to Rebuild Jerusalem

1και εγένετο εν μηνί Νισάν έτους εικοστού Αρθασασθά βασιλεί και ην ο οίνος ενώπιον αυτού και έλαβον τον οίνον και έδωκα τω βασιλεί και ουκ ην έτερος ενώπιον αυτού 2και είπέ μοι ο βασιλεύς διατί το πρόσωπόν σου πονηρόν και ουκ ει μετριάζων και ουκ έστι τούτο ει μη πονηρία καρδίας και εφοβήθην πολύ σφόδρα 3και είπα τω βασιλεί ο βασιλεύς εις τον αιώνα ζήτω διατί ου μη γένηται πονηρόν το πρόσωπόν μου διότι η πόλις οίκος μνημείων πατέρων μου ηρημώθη και αι πύλαι αυτής κατεβρώθησαν εν πυρί 4και είπέ μοι ο βασιλεύς περί τίνος τούτο συ ζητείς και προσηυξάμην προς κύριον θεόν του ουρανού 5και είπα τω βασιλεί ει επί τον βασιλέα αγαθόν και ει αγαθυνθήσεται ο παις σου ενώπιόν σου ώστε πέμψαι αυτόν εν Ιούδα εις πόλιν μνημείων πατέρων μου και ανοικοδομήσω αυτήν 6και είπέ μοι ο βασιλεύς και η παλλακή η καθημένη εχόμενα αυτού έως πότε έσται η πορεία σου και πότε επιστρέψεις και ηγαθύνθη ενώπιον του βασιλέως και απέστειλέ με και έδωκα αυτώ όρον 7και είπα τω βασιλεί ει επί τον βασιλέα αγαθόν δότω μοι επιστολάς προς τους επάρχους πέραν του ποταμού ώστε παραγαγείν με έως έλθω επί Ιούδαν 8και επιστολήν επί Ασάφ φύλακα του παραδείσου ος εστι τω βασιλεί ώστε δούναί μοι ξύλα στεγάσαι τας πύλας της βάρεως του οίκου και εις το τείχος της πόλεως και εις οίκον εις ον εισελεύσομαι προς αυτόν και έδωκέ μοι ο βασιλεύς ως χειρ θεού η αγαθή επ΄ εμέ 9και ήλθον προς τους επάρχους πέραν του ποταμού και έδωκα αυτοίς τας επιστολάς του βασιλέως και απέστειλε μετ΄ εμού ο βασιλεύς αρχηγούς δυνάμεως και ιππείς 10και ήκουσε Σαναβαλάτ ο Αρωνί και Τωβίας ο δούλος ο Αμμωνί και πονηρόν αυτοίς εγένετο και ελυπήθησαν ότι ήκει άνθρωπος ζητήσαι αγαθόν τοις υιοίς Ισραήλ 11και ήλθον εις Ιερουσαλήμ και ήμην εκεί ημέρας τρεις

Nehemiah Surveys the Wall

12και ανέστην νυκτός εγώ και άνδρες ολίγοι μετ΄ εμού και ουκ απήγγειλα ανθρώπω ότι ο θεός δίδωσι εις καρδίαν μου του ποιήσαι μετά του Ιερουσαλήμ και κτήνος ουκ έστι μετ΄ εμού ειμή το κτήνος ο εγώ επιβαίνω επ΄ αυτώ 13και εξήλθον διά της πύλης του Γαιϊ νυκτός προς στόμα πηγής του δράκοντος και εις πύλην της κοπρίας και ήμην κατανοών τοις τείχεσιν Ιερουσαλήμ τοις κατεσπασμένοις και ταις πύλαις αυτής ταις ανηλωμέναις πυρί 14και παρήλθον επί πύλην του πηγής και εις κολυμβήθραν του βασιλέως και ουκ ην τόπος τω κτήνει παρελθείν υποκάτω μου 15και ήμην αναβαίνων διά του χειμάρρου νυκτός και ήμην κατανοών τω τείχει και ήμην εν τη πύλη της φάραγγος και επέστρεψα 16και οι φυλάσσοντες ουκ έγνωσαν τι επορεύθην και τι εγώ ποιώ και τοις Ιουδαίοις και τοις ιερεύσι και τοις εντίμοις και τοις στρατηγοίς και τοις καταλοίποις τοις ποιούσι τα έργα έως τότε ουκ απήγγειλα 17και είπα προς αυτούς υμείς βλέπετε την πονηρίαν ταύτην εν η εσμέν εν αυτή πως Ιερουσαλήμ έρημος και αι πύλαι αυτής εδόθησαν πυρί δεύτε και διοικοδομήσωμεν το τείχος Ιερουσαλήμ και ουκ εσόμεθα έτι όνειδος 18και απήγγειλα αυτοίς την χείρα του θεού η εστιν αγαθή επ΄ εμέ και τους λόγους του βασιλέως ους είπέ μοι και είπον αναστώμεν και οικοδομήσωμεν και εκραταιώθησαν αι χείρες αυτών εις το αγαθόν 19και ήκουσε Σαναβαλάτ ο Αρωνί και Τωβίας ο δούλος ο Αμμωνί και Γησάμ ο Αραβί και εξεγέλασαν ημάς και κατεφρόνουν ημών και είπον τι το ρήμα τούτο ο υμείς ποιείτε η επί τον βασιλέα υμείς αποστατείτε 20και επέστρεψα αυτοίς λόγον και είπον αυτοίς ο θεός του ουρανού αυτός ευοδώσει ημίν και ημείς δούλοι αυτού καθαροί και αναστησόμεθα και οικοδομήσομεν και υμίν ουκ έστι μερίς και δικαιοσύνη και μνημόσυνον εν Ιερουσαλήμ
Copyright information for ABPGRK