Nehemiah 6

CHAPTER 6

Sanballat Attempts to Deceive Nehemiah

1και εγένετο καθώς ηκούσθη τω Σαναβαλάτ και τω Τωβία και τω Γησάμ τω Αραβί και τοις καταλοίποις των εχθρών ημών ότι ωκοδόμησα το τείχος και ου κατελείφθη εν αυτώ διακοπή και γε έως του καιρού εκείνου θύρας ουκ επέστησα εν ταις πύλαις 2και απέστειλε Σαναβαλάτ και Γησάμ προς με λέγοντες δεύρο και συναχθώμεν επι το αυτό εν ταις κώμαις εν πεδίω Ωνώ και αυτοί λογιζόμενοί μοι ποιήσαι πονηρίαν 3και απέστειλα επ΄ αυτούς αγγέλους λέγων έργον μέγα εγώ ποιώ και ου δυνήσομαι καταβήναι μή ποτε καταπαύση το έργον ως αν τελειώσω αυτό καταβήσομαι προς υμάς 4και απέστειλαν προς με ως το ρήμα τούτο τέσσαρσι καθόδοις και απέστειλα αυτοίς κατά τον λόγον τούτον 5και απέστειλε προς με Σαναβαλάτ κατά τον λόγον τούτον τον πέμπτον παίδα αυτού και επιστολήν ανεωγμένην εν χειρί αυτού 6και ην γεγραμμένον εν αυτή εν έθνεσιν ηκούσθη και Γησάμ είπεν ότι συ και οι Ιουδαίοι λογίζεσθε αποστατήσαι διά τούτο συ οικοδομείς το τείχος και συ γίνη αυτοίς εις βασιλέα 7και προς τούτοις προφήτας έστησας σεαυτώ κηρύσσειν περί σου εν Ιερουσαλήμ λέγοντας ότι εβασίλευσας εν Ιουδαία και νυν απαγγελήσονται τω βασιλεί οι λόγοι ούτοι και νυν δεύρο βουλευσώμεθα επί το αυτό 8και απέστειλα προς αυτόν λέγων ουκ εγενήθη ως οι λόγοι ούτοι ους συ λέγεις ότι από καρδίας συ ψεύδη αυτούς 9ότι πάντες φοβερίζουσιν ημάς λέγοντες εκλυθήσονται αι χείρες αυτών από του έργου τούτου και ου ποιηθήσεται και νυν εκραταίωσα τας χείράς μου 10καγώ εισήλθον εις οίκον Σεμεϊ υιόυ Δελαϊα υιόυ Μεταβεήλ και αυτός συνεχόμενος και είπε συναχθώμεν εις οίκον του θεού εν μέσω αυτού και κλείσωμεν τας θύρας αυτού ότι έρχονται νυκτός φονεύσαί σε 11και είπα τις εστίν ο ανήρ οίος εγώ φεύξεται η τις οίος εγώ εισελεύσεται εις τον οίκον και ζήσεται 12ουκ εισελεύσομαι και επέγνων και ιδού ο θεός ουκ απέστειλεν αυτόν ότι η προφητεία λόγος κατ΄ εμού και Τωβίας και Σαναβαλάτ εμισθώσαντο αυτόν 13όπως φοβηθώ και ποιήσω ούτως και αμάρτω και γένωμαι αυτοίς εις όνομα πονηρόν όπως ονειδίσωσί με 14μνήσθητι ο θεός μου τω Τωβία και τω Σαναβαλάτ ως τα ποιήματα αυτών ταύτα και τω Νωαδία τω προφήτη και τοις καταλοίποις των προφητών οι ήσαν φοβερίζοντές με

The Wall of Jerusalem Finished

15και ετελέσθη το τείχος πέμπτη και εικάδι του Ελούλ μηνός εις πεντήκοντα δύο ημέρας 16και εγένετο ηνίκα ήκουσαν πάντες οι εχθροί ημών και εφοβήθησαν πάντα τα έθνη τα κύκλω ημών και επέπεσε φόβος μέγας σφόδρα εν οφθαλμοίς αυτών και έγνωσαν ότι παρά του θεού ημών εγενήθη τελειωθήναι το έργον τούτο 17και εν ταις ημέραις εκείναις από πολλών εντίμων Ιούδα επιστολαί επορεύοντο προς Τωβίαν και αι Τωβία ήρχοντο προς αυτούς 18ότι πολλοί εν Ιούδα ένορκοι ήσαν αυτώ ότι γαμβρός ην του Σεχενία υιόυ Ηραϊ και Ιωνάν υιός αυτού έλαβε την θυγατέρα Μεσουλάμ υιόυ Βαραχίου εις γυναίκα 19και γε τα συμφέροντα αυτώ έλεγεν ενώπιόν μου και λόγους μου ήσαν εκφέροντες αυτώ και επιστολάς απέστειλε Τωβία φοβερίσαι με
Copyright information for ABPGRK