Nehemiah 7

CHAPTER 7

Nehemiah Sets Jerusalem in Order

1και εγένετο ηνίκα ωκοδομήθη το τείχος και έστησα τας θύρας και επεσκέπησαν οι πυλωροί και οι άδοντες και οι Λευίται 2και ενετειλάμην τω Ανανία τω αδελφώ μου και τω Ανανία άρχοντι της βιρά εν Ιερουσαλήμ ότι αυτός ην ως ανήρ αληθής και φοβούμενος τον θεόν υπέρ πολλούς 3και είπον αυτοίς ουκ ανοιγήσονται πύλαι Ιερουσαλήμ έως άμα τω ηλίω και έτι αυτών γρηγορούντων κλειέσθωσαν αι θύραι και ασφαλιζέσθωσαν και στήσον προφύλακας οικούντων εν Ιερουσαλήμ ανήρ εν προφυλακή εαυτού και ανήρ απέναντι οικίας εαυτού 4και η πόλις πλατεία και μεγάλη και ο λαός ολίγος εν αυτή και ουκ ήσαν οικίαι ωκοδομημέναι 5και έδωκεν ο θεός εις την καρδίαν μου και συνήξα τους εντίμους και τους άρχοντας και τον λαόν εις συνοδίας και εύρον βιβλίον της συνοδίας οι ανέβησαν εν πρώτοις και εύρον γεγραμμένον εν αυτώ

The Sons of the Captivity

6ούτοι οι υιοί της χώρας οι αναβάντες από της αιχμαλωσίας της αποικίας ης απώκισε Ναβουχοδονόσορ ο βασιλεύς Βαβυλώνος και επέστρεψαν εις Ιερουσαλήμ και εις Ιούδαν ανήρ εις πόλιν εαυτού 7οι ελθόντες μετά Ζοροβαβέλ και Ιησού και Νεεμία Αζαρία και Ρεελμαϊ Ναιμανί Μαρδοχαίος Βαλσάν Μαασφαράθ Βογουϊα Ναούμ Βαανά και Μαασφάρ άνδρες λαού Ισραήλ 8υιοί Φόρος δισχίλιοι εκατόν εβδομηκονταδύο 9υιοί Σαφατία τριακόσιοι εβδομηκονταδύο 10υιοί Ηρά εξακόσιοι πεντηκονταδύο 11υιοί Φαάθ Μωάβ τοις υιοίς Ιησού και Ιωάβ δισχίλιοι οκτακόσιοι δεκαοκτώ 12υιοί Ηλάμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες 13υιοί Ζαθούα οκτακόσιοι τεσσαρακονταπέντε 14υιοί Ζακχού επτακόσιοι εξήκοντα 15υιοί Βανουϊ εξακόσιοι τεσσαρακονταοκτώ 16υιοί Βηβαϊ εξακόσιοι εικοσιοκτώ 17υιοί Ασγάδ δισχίλιοι τριακόσιοι εικοσιδύο 18υιοί Αδωνικάμ εξακόσιοι εξηκονταεπτά 19υιοί Βαγουϊ δισχίλιοι εξηκονταεπτά 20υιοί Ηδάν εξακόσιοι πεντηκονταπέντε 21υιοί Ατήρ τω Εζεκία εννενηκονταοκτώ 22υιοί Ησάμ τριακόσιοι εικοσιοκτώ 23υιοί Βεσεϊ τριακόσιοι εικοσιτέσσαρες 24υιοί Αρήβ εκατόν δεκαδύο υιοί Ασέν διακόσιοι εικοσιτρείς 25υιοί Γαβαών ενενηκονταπέντε 26υιοί Βαιθαλέμ και Νετωφαθί εκατόν εικοσιτρείς 27υιοί Αναθώθ εκατόν εικοσιοκτώ 28υιοί Αζαμώθ άνδρες τεσσαρακονταδύο 29άνδρες Καριαθιαρείμ Καφηρά και Βηρώθ επτακόσιοι τεσσαρακοντατρείς 30άνδρες Αραμά και Γαβαά εξακόσιοι εικοσιείς 31άνδρες Μαχεμάς εκατόν εικοσιδύο 32άνδρες Βαιθήλ και Αϊ εκατόν εικοσιτρείς 33άνδρες Ναβάβ ετέρου πεντηκονταδύο 34υιοί Αιλάμ ετέρου χίλιοι διακόσιοι πεντηκοντατέσσαρες 35υιοί Ηράμ τριακόσιοι είκοσι 36υιοί Ιεριχώ τριακόσιοι τεσσαρακονταπέντε 37υιοί Λαδαδί και Ωνώ επτακόσιοι εικοσιείς 38υιοί Σεναά τρισχίλιοι ενακόσιοι τριάκοντα 39οι ιερείς υιοί Ιωδαέ εις οίκον Ιησού εννακόσιοι εβδομηκοντατρείς 40υιοί Εμμήρ χίλιοι πεντηκονταδύο 41υιοί Φασεούρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά 42υιοί Ηράμ χίλιοι δεκαεπτά 43οι Λευίται υιοί Ιησού του Καδμιήλ τοις υιοίς του Ωδουία εβδομηκοντατέσσαρες 44οι άδοντες υιοί Ασάφ εκατόν τεσσαρακονταοκτώ 45οι πυλωροί υιοί Σελλούμ υιοί Ατήρ υιοί Τελμών υιοί Ακούβ υιοί Ατιτά υιοί Σαβί εκατόν τριακονταοκτώ 46οι Ναθηνείμ υιοί σηά υιοί Ασηφά υιοί Ταβαώθ 47υιοί Κηράς υιοί Σιαϊα υιοί Φαδών 48υιοί Λαβανά υιοί Αγγαβά υιοί Σελμεϊ 49υιοί Ανάν υιοί Γαδήλ υιοί Γαήρ 50υιοί Ρααϊα υιοί Ρασσών υιοί Νεκωδά 51υιοί Γαζήμ υιοί Οζά υιοί Φεσί 52υιοί Βησί υιοί Μεινών υιοί Νεφωσαϊ 53υιοί Βακβούκ υιοί Αχιφά υιοί Αρούρ 54υιοί Βασαλώθ υιοί Μειδά υιοί Αδασά 55υιοί Βαρκουέ υιοί Σισαρά υιοί Θημά 56υιοί Νισιά υιοί Ατιφά 57υιοί δούλων Σολομώντος υιοί Σουτεϊ υιοί Σαφαράτ υιοί Φεριδά 58υιοί Ιελά υιοί Δορκών υιοί Γαδαήλ 59υιοί Σαφατία υιοί Ατίλ υιοί Φαχαράθ υιοί Σαβαϊν υιοί Αμών 60πάντες οι Ναθηνείμ και οι υιοί δουλων Σολομώντος τριακόσιοι εννενηκονταδύο 61και ούτοι ανέβησαν από Θελμελέχ Θελασάρ Χαρούβ Ηδάν Εμμήρ και ουκ ηδυνήθησαν απαγγείλαι οίκους πατριών αυτών και σπερμα αυτών ει από Ισραήλ εισιν 62υιοί Δαλαϊα υιοί Τωβία υιοί Νεκωδά εξακόσιοι τεσσαρακονταδύο 63και από των ιερέων υιοί Εβιά υιοί Ακκώς υιοί Βερζελεϊ ος έλαβεν από θυγατέρων Βερζελεϊ του Γαλααδίτου γυναίκα και εκλήθη επ΄ ονόματι αυτών 64ούτοι εζήτησαν γραφήν εαυτών της συνοδίας και ουχ ευρέθη και απώσθησαν από της ιερατείας 65και είπεν Αρθασασθά αυτοίς ίνα μη φάγωσιν από του αγίου των αγίων έως αναστή ιερεύς τοις φωτισμοίς και ταις τελειώσεσι 66και εγένετο πάσα η εκκλησία ομοθυμαδόν ως τέσσαρες μυριάδες και δισχίλιοι τριακόσιοι εξήκοντα 67πάρεξ δούλων αυτών και παιδισκών αυτών ούτοι επτακισχίλιοι τριακόσιοι τριακονταεπτά και άδοντες και άδουσαι διακόσιοι τεσσαρακονταπέντε 68ίπποι επτακόσιοι τριακονταέξ ημίονοι διακόσιοι τεσσαρακονταπέντε κάμηλοι τετρακόσιοι τριακονταπέντε 69όνοι εξακισχίλιοι επτακόσιοι είκοσι 70και από μέρους αρχηγών των πατριών έδωκαν εις τον έργον τω Αρθασασθά εις θησαυρόν χρυσίου δραχμάς χιλίας φιάλας πεντήκοντα στολάς των ιερέων πεντηκοσίας τριάκοντα 71και από αρχηγών των πατριών έδωκαν εις θησαυρούς του έργου χρυσού νόμισμα μυριάδας δύο και αργυρίου μνας δισχιλίας διακοσίας 72και έδωκαν οι κατάλοιποι του λαού χρυσίου δραχμάς δύο μυριάδας και αργυρίου μνας δισχιλίας και στολάς των ιερέων εξηκονταεπτά 73και εκάθισαν οι ιερείς και οι Λευίται και οι πυλωροί και οι άδοντες και οι από του λαού και οι Ναθηνείμ και πας Ισραήλ εν πόλεσιν αυτών
Copyright information for ABPGRK