Numbers 14

CHAPTER 14

The Israelites Fear the Canaanites

1και αναλαβούσα πάσα η συναγωγή έδωκε φωνήν και έκλαιεν ο λαός όλην την νύκτα εκείνην 2και διεγόγγυζον επί Μωυσήν και Ααρών πάντες οι υιοί Ισραήλ και είπαν προς αυτούς πάσα η συναγωγή όφελον απεθάνομεν εν γη Αιγύπτω η εν τη ερήμω ταύτη απεθάνωμεν 3και ινατί κύριος εισάγει ημάς εις την γην ταύτην πεσείν εν πολέμω αι γυναίκες ημών και τα παιδία έσονται εις διαρπαγήν νυν ουν βέλτιον ημίν εστίν αποστραφήναι εις Αίγυπτον 4και είπεν έτερος τω ετέρω δώμεν αρχηγόν και αποστρέψωμεν εις Αίγυπτον 5και έπεσε Μωυσής και Ααρών επί πρόσωπον εναντίον πάσης συναγωγής υιών Ισραήλ 6Ιησούς δε ο του Ναυή και Χαλέβ ο του Ιεφοννή των κατασκεψαμένων την γην διερρήξαν τα ιμάτια αυτών 7και είπαν προς πάσαν συναγωγήν υιών Ισραήλ λέγοντες η γη ην κατεσκεψάμεθα αυτήν αγαθήν εστι σφόδρα σφόδρα 8ει αιρετίζει ημάς κύριος εισάξει ημάς εις την γην ταύτην και δώσει αυτήν ημίν γη ήτις εστί ρέουσα γάλα και μέλι 9αλλά από του κυρίου μη αποστάται γίνεσθε υμείς δε μη φοβηθήτε τον λαόν της γης ότι κατάβρωμα ημίν εστίν αφέστηκε γαρ ο καιρός απ΄ αυτών ο δε κύριος εν ημίν μη φοβηθήτε αυτούς 10και είπε πάσα η συναγωγή καταλιθοβολήσαι αυτούς εν λίθοις και η δόξα κυρίου ώφθη εν τη νεφέλη επί της σκηνής του μαρτυρίου εν πάσι τοις υιοίς Ισραήλ 11και είπε κύριος προς Μωυσήν έως τίνος παροξύνει με ο λαός ούτος και έως τίνος ου πιστεύουσί μοι επί πάσι τοις σημείοις οις εποίησα εν αυτοίς 12πατάξω αυτούς θανάτω και απολώ αυτούς και ποιήσω σε εις έθνος μέγα και πολύ μάλλον η τούτο

Moses Pleads on Behalf of the People

13και είπε Μωυσής προς κύριον και ακούσεται Αίγυπτος ότι ανήγαγες τη ισχύϊ σου τον λαόν τούτον εξ αυτών 14αλλά και πάντες οι κατοικούντες επί της γης ταύτης ακηκόασιν ότι συ ει κύριος εν τω λαώ τούτω όστις οφθαλμοίς κατ΄ οφθαλμούς οπτάζη κύριε και η νεφέλη σου εφέστηκεν επ΄ αυτών και εν στύλω νεφέλης συ πορεύη πρότερος αυτών την ημέραν και εν στύλω πυρός την νύκτα 15και εκτρίψεις τον λαόν τούτον ωσεί άνθρωπον ένα και ερούσι τα έθνη όσοι ακηκόασι το όνομά σου λέγοντες 16παρά το μη δύνασθαι κύριον εισαγαγείν τον λαόν τούτον εις την γην ην ώμοσεν αυτοίς κατέστρωσεν αυτούς εν τη ερήμω 17και νυν υψωθήτω η ισχύς σου κύριε ον τρόπον είπας λέγων 18κύριος μακρόθυμος και πολυέλεος και αληθινός αφαιρών ανομίας και αδικίας και αμαρτίας και καθαρισμώ ου καθαριεί τον ένοχον αποδιδούς αμαρτίας πατέρων επί τέκνα έως τρίτης και τετάρτης γενεάς 19άφες την αμαρτίαν τω λαώ τούτω κατά το μέγα έλεός σου καθάπερ ίλεως εγένου αυτοίς απ΄ Αιγύπτου έως του νυν 20και είπε κύριος ίλεως αυτοίς ειμί κατά το ρήμά σου 21αλλά ζω εγώ και εμπλήσει η δόξα κυρίου πάσαν την γην 22ότι πάντες οι άνδρες οι ορώντες την δόξαν μου και τα σημεία α εποίησα εν Αιγύπτω και εν τη ερήμω ταύτη και επείρασάν με τούτο δέκατον και ουκ εισήκουσαν της φωνής μου 23ημήν ουκ όψονται την γην ην ώμοσα τοις πατράσιν αυτών αλλ΄ η τα τέκνα αυτών α εστι μετ΄ εμού ώδε όσοι ουκ οίδασιν αγαθόν η κακόν πας νεώτερος άπειρος τούτοις δώσω την γην πάντες δε οι παροξύναντές με ουκ όψονται αυτήν 24ο δε παις μου Χαλέβ ότι εγενήθη πνεύμα έτερον εν αυτώ και επηκολούθησέ μοι εισάξω αυτόν εις την γην εις ην εισήλθεν εκεί και το σπέρμα αυτού κληρονομήσει αυτήν 25ο δε Αμαλήκ και ο Χαναναίος κατοικούσιν εν τη κοιλάδι άυριον επιστράφητε και απάρατε εις την έρημον οδόν θαλάσσης ερυθράς 26και είπε κύριος προς Μωυσήν και Ααρών λέγων 27έως τίνος την συναγωγήν την πονηράν ταύτην α αυτοί γογγύζουσιν εναντίον μου την γόγγυσι των υιών Ισραήλ ην αυτοί γογγύζουσι περί υμών ακήκοα 28είπον αυτοίς ζω εγώ λέγει κύριος ημήν ον τρόπον λελαλήκατε εις τα ωτά μου ούτως ποιήσω υμίν 29εν τη ερήμω ταύτη πεσείται τα κώλα υμών και πας η επισκοπή υμών και οι κατηριθμημένοι υμών από εικοσαέτους και επάνω όσοι εγόγγυζον επ΄ εμοί 30ει υμείς εισελεύσεσθε εις την γην εφ΄ ην εξέτεινα την χείρά μου κατασκηνώσαι υμάς επ΄ αυτής αλλ΄ η Χαλέβ υιός Ιεφοννή και Ιησούς ο του Ναυή 31και τα παιδία α είπατε εις διαρπαγήν έσεσθαι εισάξω αυτούς εις την γην ην υμείς απέστητε απ΄ αυτής 32και τα κώλα υμών πεσείται εν τη ερήμω ταύτη 33οι δε υιοί υμών έσονται νεμόμενοι εν τη ερήμω τεσσαράκοντα έτη και ανοίσουσι την πορνείαν υμών έως αν αναλωθή τα κώλα υμών εν τη ερήμω 34κατά τον αριθμόν των ημερών όσας κατεσκέψασθε την γην τεσσαράκοντα ημέρας ημέραν του ενιαυτού λήψεσθε τας αμαρτίας υμών τεσσαράκοντα έτη και γνώσεσθε τον θυμόν της οργής μου 35εγώ κύριος ελάλησα ημήν ούτως ποιήσω τη συναγωγή τη πονηρά ταύτη τη επισυνεσταμένη επ΄ εμέ εν τη ερήμω ταύτη εξαναλωθήσονται και εκεί αποθανούνται 36και οι άνθρωποι ους απέστειλε Μωυσής κατασκέψασθαι την γην και παραγενηθέντες διεγόγγυσαν κατ΄ αυτής προς την συναγωγήν εξενέγκαι ρήματα πονηρά περί της γης 37και απέθανον οι άνθρωποι οι κατειπάντες πονηρά κατά της γης εν τη πληγή έναντι κυρίου 38και Ιησούς υιός Ναυή και Χαλέβ υιός Ιεφονή έζησαν από των ανθρώπων εκείνων των πεπορευμένων κατασκέψασθαι την γην 39και ελάλησε Μωυσής τα ρήματα ταύτα προς πάντας υιούς Ισραήλ και επένθησεν ο λαός σφόδρα 40και ορθρίσαντες τοπρωϊ ανέβησαν εις την κορυφήν του όρους λέγοντες ιδού ημείς αναβησόμεθα εις τον τόπον ον είπε κύριος ότι ημάρτομεν 41και είπε Μωυσής ινατί υμείς παραβαίνετε το ρήμα κυρίου ουκ εύοδα έσται υμίν 42μη αναβαίνετε ου γαρ εστι κύριος μεθ΄ υμών και πεσείσθε προ προσώπου των εχθρών υμών 43ότι ο Αμαλήκ και ο Χαναναίος εκεί έμπροσθεν υμών και πεσείσθε μαχαίρα ου είνεκεν απεστράφητε απειθούντες κυρίω και ουκ έσται κύριος εν υμίν 44και διαβιασάμενοι ανέβησαν επί την κορυφήν του όρους η δε κιβωτός της διαθήκης κυρίου και Μωυσής ουκ εκινήθησαν εκ μέσου της παρεμβολής 45και κατέβη ο Αμαλήκ και ο Χαναναίος ο εγκαθήμενος εν τω όρει εκείνω και ετρέψαντο αυτούς και κατέκοψαν αυτούς έως Ερμά
Copyright information for ABPGRK