Numbers 15

CHAPTER 15

The Law Regarding Offerings

και είπε κύριος προς Μωυσήν λέγων λάλησον τοις υιοίς Ισραήλ και ερείς προς αυτούς όταν εισέλθητε εις την γην της κατοικήσεως υμών ην εγώ δίδωμι υμίν και ποιήσετε κάρπωματα τω κυρίω η ολοκαύτωμα η θυσίαν μεγαλύναι ευχήν η καθ΄ εκούσιον η εν ταις εορταίς υμών ποιήσαι οσμήν ευωδίας τω κυρίω ει μεν από των βοών η από των προβάτων και προσοίσει ο προσφέρων το δώρον αυτού κυρίω θυσίαν σεμιδάλεως το δέκατον του οίφι αναπεποιημένης εν ελαίω εν τετάρτω του ιν και οίνον εις σπονδήν το τέταρτον του ιν ποιήσετε επί της ολοκαυτώσεως η επί της θυσίας τω αμνώ τω ενί και τω κριώ όταν ποιήτε αυτόν εις ολοκάρπωμα η εις θυσίαν ποιήσεις θυσίαν σεμιδάλεως δύο δεκάτα αναπεποιημένης εν ελαίω το τρίτον του ιν και οίνον εις σπονδήν το τρίτον του ιν προσοίσετε εις οσμήν ευωδίας κυρίω εάν δε από των βοών ποιήτε εις ολοκαύτωσιν η εις θυσίαν μεγαλύναι ευχήν η εις σωτήριον τω κυρίω και προσοίσει επί του μόσχου εις θυσίαν σεμιδάλεως τρία δέκατα αναπεποιημένης εν ελαίω ήμισυ του ιν 10 και οίνον εις σπονδήν το ήμισυ του ιν κάρπωμα οσμήν ευωδίας κυρίω 11 ούτω ποιήσεις τω μόσχω τω ενί η τω κριώ τω ενί η τω αμνώ τω ενί εκ των προβάτων η εκ των αιγών 12 κατά τον αριθμόν ων αν ποιήσητε ούτως ποιήσετε τω ενί κατά τον αριθμόν αυτών 13 πας ο αυτόχθων ποιήσει ούτως τοιαύτα προσενέγκαι καρπώματα εις οσμήν ευωδίας κυρίω 14 εάν δε προσήλυτος εν υμίν προσγένηται εν τη γη υμών η ος αν γένηται εν υμίν εν ταις γενεαίς υμών και ποιήσει κάρπωμα οσμήν ευωδίας κυρίω ον τρόπον ποιείτε υμείς ούτως ποιήσει η συναγωγή κυρίω 15 νόμος εις έσται υμίν και τοις προσηλύτοις τοις προσκειμένοις εν υμίν νόμος αιώνιος εις τας γενεάς υμών ως υμείς και ο προσήλυτος έσται έναντι κυρίου 16 νόμος εις έσται και δικαίωμα εν έσται υμίν και τω προσηλύτω τω προσκειμένω εν υμίν 17 και ελάλησε κύριος προς Μωυσήν λέγων 18 λάλησον τοις υιός Ισραήλ και ερείς προς αυτούς εν τω εισπορεύεσθαι υμάς εις την γην εις ην εγώ εισάγω υμάς εκεί 19 και έσται όταν έσθητε υμείς από των άρτων της γης αφελείτε αφαίρεμα αφόρισμα τω κυρίω απαρχήν φυράματος υμών 20 άρτον αφοριείτε αφαίρεμα αυτώ ως αφαίρεμα από άλωνος ούτως αφελείτε αυτόν 21 απαρχήν φυράματων υμών και δώσετε κυρίω αφαίρεμα εις τας γενεάς υμών 22 όταν δε διαμάρτητε και μη ποιήσητε πάσας τας εντολάς ταύτας ας ελάλησε κύριος προς Μωυσήν 23 καθά συνέταξε κύριος προς υμάς εν χειρί Μωυσή από της ημέρας ης συνέταξε κύριος προς υμάς και επέκεινα εις τας γενεάς υμών 24 και έσται εάν εξ οφθαλμών της συναγωγής γένηθη ακουσίως και ποιήσει πάσα η συναγωγή μόσχον ένα εκ βοών άμωμον εις ολοκαύτωμα εις οσμήν ευωδίας κυρίω και θυσίαν τούτου και σπονδήν αυτού κατά την σύνταξιν αυτού και χίμαρον εξ αιγών ένα περί αμαρτίας 25 και εξιλάσεται ο ιερεύς περί πάσης συναγωγής υιών Ισραήλ και αφεθήσεται αυτοίς ότι ακούσιόν εστι και αυτοί ήνεγκαν το δώρον αυτών κάρπωμα κυρίω περί της αμαρτίας αυτών έναντι κυρίου περί των ακουσίων αυτών 26 και αφεθήσεται πάση συναγωγήν υιών Ισραήλ και τω προσηλύτω τω προσκειμένω προς υμάς ότι παντί τω λαώ ακούσιον 27 εάν δε ψυχή μία αμάρτη ακουσίως προσάξει μίαν αίγα ενιαυσίαν περί αμαρτίας 28 και εξιλάσεται ο ιερεύς περί της ψυχής της ακουσιασθείσης και αμαρτούσης ακουσίως έναντι κυρίου εξιλάσασθαι περί αυτού και αφεθήσεται αυτώ 29 τω εγχωρίω εν υιοίς Ισραήλ και τω προσηλύτω τω προσκειμένω εν αυτοίς νόμος εις έσται αυτοίς ος αν ποιήση ακουσίως 30 και ψυχή ήτις ποιήσει εν χειρί υπερηφανίας από των αυτοχθόνων η από των προσηλύτων τον θεόν ούτος παροξύνει και εξολοθρευθήσεται η ψυχή εκείνη εκ του λαού αυτής 31 ότι το ρήμα κυρίου εφαύλισε και τας εντολάς αυτού διεσκέδασεν εκτρίψει εκτριβήσεται η ψυχή εκείνη η αμαρτία αυτής εν αυτή 32 και ήσαν οι υιοί Ισραήλ εν τη ερήμω και εύρον άνδρα συλλέγοντα ξύλα τη ημέρα του σαββάτου 33 και προσήγαγον αυτόν οι ευρόντες αυτόν συλλέγοντα ξύλα προς Μωυσήν και Ααρών και προς πάσαν συναγωγήν υιών Ισραήλ 34 και απέθεντο αυτόν εις φυλακήν ου γαρ συνέκριναν τι ποιήσωσιν αυτόν 35 και ελάλησε κύριος προς Μωυσήν λέγων θανάτω θανατούσθω ο άνθρωπος λιθοβολήσετε αυτόν λίθοις πάσα η συναγωγή έξω της παρεμβολής 36 και εξήγαγον αυτόν πάσα η συναγωγή έξω της παρεμβολής και ελιθοβόλησαν αυτόν καθά συνέταξε κύριος τω Μωυσή 37 και είπε κύριος προς Μωυσήν λέγων 38 λάλησον τοις υιοίς Ισραήλ και ερείς προς αυτούς και ποιησάτωσαν εαυτοίς κράσπεδα επί τα πτερύγια των ιματίων αυτών εις τας γενεάς αυτών και επιθήσετε επί τα κράσπεδα των πτερυγίων κλώσμα υακίνθινον 39 και έσται υμίν εν τοις κρασπέδοις και όψεσθε αυτά και μνησθήσεσθε πασών των εντολών κυρίου και ποιήσετε αυτάς και ου διαστραφήσεσθε οπίσω των διανοιών υμών και οπίσω των οφθαλμών υμών εν οις υμείς εκπορνεύετε οπίσω αυτών 40 όπως αν μνησθήτε και ποιήσητε πάσας τας εντολάς μου και έσεσθε άγιοι τω θεώ υμών 41 εγώ κύριος ο θεός υμών ο εξαγαγών υμάς εκ γης Αιγύπτου είναι υμών θεός εγώ κύριος ο θεός υμών
Copyright information for ABPGRK