Numbers 20

CHAPTER 20

Israel Grumbles for Lack of Water

1και ήλθον οι υιοί Ισραήλ πάσα η συναγωγή εις την έρημον Σιν εν τω μηνί τω πρώτω και κατέμεινεν ο λαός εν Κάδης και ετελεύτησεν εκεί Μαριάμ και ετάφη εκεί 2και ουκ ην ύδωρ τη συναγωγή και ηθροίσθησαν επί Μωυσήν και Ααρών 3και ελοιδορείτο ο λαός προς Μωυσήν λέγοντες όφελον απεθάνομεν εν τη απωλεία των αδελφών ημών έναντι κυρίου 4και ινατί ανηγάγετε την συναγωγήν κυρίου εις την έρημον ταύτην αποκτείναι ημάς και τα κτήνη ημών 5και ινατί τούτο ανηγάγετε ημάς εξ Αιγύπτου παραγενέσθαι εις τον τόπον τον πονηρόν τούτον τόπος ου ου σπείρεται ουδέ συκαί ουδέ άμπελοι ουδέ ρόαι ουδέ ύδωρ εστί πιείν 6και ήλθε Μωυσής και Ααρών από προσώπου της συναγωγής επί την θύραν της σκηνής του μαρτυρίου και έπεσον επί πρόσωπον αυτών και ώφθη η δόξα κυρίου προς αυτούς 7και ελάλησε κύριος προς Μωυσήν λέγων 8λάβε την ράβδον και εκκλησίασον την συναγωγήν συ και Ααρών ο αδελφός σου και λαλήσατε προς την πέτραν εναντίον αυτών και δώσει τα ύδατα αυτής και εξοίσετε αυτοίς ύδωρ εκ της πέτρας και ποτιείτε την συναγωγήν και τα κτήνη αυτών 9και έλαβε Μωυσής την ράβδον απέναντι κυρίου καθά συνέταξε κύριος αυτώ 10και εξεκκλησίασε Μωυσής και Ααρών την συναγωγήν απέναντι της πέτρας και είπε προς αυτούς ακούσατέ μου οι απειθείς μη εκ της πέτρας ταύτης εξάξομεν υμίν ύδωρ

Moses Strikes the Rock

11και επάρας Μωυσής την χείρα αυτού επάταξε την πέτραν τη ράβδω δις και εξήλθεν ύδωρ πολύ και έπιεν η συναγωγή και τα κτήνη αυτών 12και είπε κύριος προς Μωυσήν και Ααρών ότι ουκ επιστεύσατέ μοι αγιάσαι με εναντίον των υιών Ισραήλ διά τούτο ουκ εισάξετε υμείς την συναγωγήν ταύτην εις την γην ην δέδωκα αυτοίς 13τούτο το ύδωρ αντιλογίας ότι ελοιδορήθησαν οι υιοί Ισραήλ έναντι κυρίου και ηγιάσθη εν αυτοίς 14και απέστειλε Μωυσής αγγέλους εκ Κάδης προς βασιλέα Εδώμ λέγων τάδε λέγει ο αδελφός σου Ισραήλ συ επίστη πάντα τον μόχθον τον ευρόντα ημάς 15και κατέβησαν οι πατέρες ημών εις Αίγυπτον και παρωκήσαμεν εν Αιγύπτω ημέρας πλείους και εκάκωσαν ημάς οι Αιγύπτιοι και τους πατέρας ημών 16και ανεβοήσαμεν προς κύριον και εισήκουσε κύριος της φωνής ημών και αποστείλας άγγελον εξήγαγεν ημάς εξ Αιγύπτου και νυν εσμέν εν Κάδης πόλει εκ μέρους των ορίων σου 17παρελευσόμεθα διά της γης σου ου διελευσόμεθα δι΄ αγρών ουδέ δι΄ αμπελώνων ουδέ πιόμεθα ύδωρ εκ λάκκου σου οδώ βασιλική πορευσόμεθα ουκ εκκλινούμεν δεξιά ουδέ ευώνυμα έως αν παρέλθωμεν τα όριά σου

Edom Refuses Israel to Pass

18και είπε προς αυτόν Εδώμ ου διελεύση δι΄ εμού ει δε μη εν πολέμω εξελεύσομαι εις συνάντησίν σοι 19και λέγουσιν αυτώ οι υιοί Ισραήλ παρά το όρος παρελευσόμεθα εάν δε του ύδατός σου πίωμεν εγώ τε και τα κτήνη μου δώσω τιμήν σοι αλλά το πράγμα ουθέν εστι παρά το όρος παρελευσόμεθα 20ο δε είπεν ου διελεύση δι΄ εμού και εξήλθεν Εδώμ εις συνάντησιν αυτώ εν όχλω βαρεί και εν χειρί ισχυρά 21και ουκ ηθέλησεν Εδώμ δούναι τω Ισραήλ παρελθείν διά των ορίων αυτού και εξέκλινεν Ισραήλ απ΄ αυτού 22και απήραν εκ Κάδης και παρεγένοντο οι υιοί Ισραήλ πάσα η συναγωγή εις Ωρ το όρος 23και είπε κύριος προς Μωυσήν και Ααρών εν Ωρ τω όρει επί των ορίων της γης Εδώμ λέγων 24προστεθήτω Ααρών προς τον λαόν αυτού ότι ου μη εισέλθητε εις την γην ην δέδωκα τοις υιοίς Ισραήλ διότι παρωξύνατέ με επί του ύδατος της αντιλογίας 25λάβε τον Ααρών και Ελεάζαρ τον υιόν αυτού και αναβίβασον αυτούς εις Ωρ το όρος 26και έκδυσον Ααρών την στολήν αυτού και ένδυσον Ελεάζαρ τον υιόν αυτού και Ααρών προστεθείς αποθανέτω εκεί 27και εποίησε Μωυσής καθά συνέταξε κύριος αυτώ και ανεβίβασεν αυτούς εις Ωρ το όρος εναντίον πάσης της συναγωγής

Death of Aaron

28και Μωυσής εξέδυσε τον Ααρών τα ιμάτια αυτού και ενέδυσεν αυτά Ελεάζαρ τον υιόν αυτού και απέθανεν Ααρών επί της κορυφής του όρους και κατέβη Μωυσής και Ελεάζαρ εκ του όρους 29και είδε πάσα η συναγωγή ότι απελύθη Ααρών και έκλαυσαν τον Ααρών τριάκοντα ημέρας πας οίκος Ισραήλ
Copyright information for ABPGRK