Numbers 22

CHAPTER 22

Balak Sends for Balaam to Curse Israel

1και απάραντες οι υιοί Ισραήλ παρενέβαλον επί δυσμών Μωάβ παρά τον Ιορδάνην κατά Ιεριχώ 2και ιδών Βαλαάκ υιός Σεπφώρ πάντα όσα εποίησεν Ισραήλ τω Αμορραίω 3και εφοβήθη Μωάβ τον λαόν σφόδρα ότι πολλοί ήσαν και προσώχθισε Μωάβ από προσώπου υιών Ισραήλ 4και είπε Μωάβ τη γερουσία Μαδιάν νυν εκλείξει η συναγωγή αύτη πάντας τους κύκλω ημών ωσεί εκλείξαι ο μόσχος τα χλωρά εκ του πεδίου και Βαλαάκ υιός Σεπφώρ βασιλεύς Μωάβ ην κατά τον καιρόν εκείνον 5και απέστειλε πρέσβεις προς Βαλαάμ υιόν Βεώρ Φαθουρά ος εστιν επί του ποταμού γης υιών λαού αυτού καλέσαι αυτόν λέγων ιδού λαός εξελήλυθεν εξ Αιγύπτου και ιδού κατεκάλυψε την όψιν της γης και ούτος εγκάθηται εχόμενός μου 6και νυν δεύρο άρασαί μοι τον λαόν τούτον ότι ισχυρότερός μου εστίν εάν δυνώμεθα πατάξαι εξ αυτών και εκβαλώ αυτούς εκ της γης ότι οίδα ότι ους αν ευλογήσης συ ευλόγηνται και ους αν καταράση συ κεκατήρανται 7και επορεύθη η γερουσία Μωάβ και η γερουσία Μαδιάν και τα μαντεία εν ταις χερσίν αυτών και ήλθον προς Βαλαάμ και είπαν αυτώ τα ρήματα Βαλαάκ 8και είπε προς αυτούς καταλύσατε αυτού την νύκτα και αποκριθήσομαι υμίν πράγματα α αν λαλήση κύριος προς με και κατέμειναν οι άρχοντες Μωάβ παρά Βαλαάμ 9και ήλθεν ο θεός προς Βαλαάμ και είπεν αυτώ τι οι άνθρωποι ούτοι παρά σοι 10και είπε Βαλαάμ προς τον θεόν Βαλαάκ υιός Σεπφώρ βασιλεύς Μωάβ απέστειλεν αυτούς προς με λέγων 11ιδού λαός εξελήλυθεν εξ Αιγύπτου και εκάλυψεν την όψιν της γης και νυν δεύρο άρασαί μοι αυτόν ει άρα δυνήσομαι πατάξαι αυτόν και εκβαλώ αυτόν 12και είπεν ο θεός προς Βαλαάμ ου πορεύση μετ΄ αυτών ουδέ καταράση τον λαόν έστι γαρ ευλογημένος 13και αναστάς Βαλαάμ τοπρωϊ είπε τοις άρχουσι Βαλαάκ αποτρέχετε προς την γην υμών ουκ αφίησί με κύριος πορεύεσθαι μεθ΄ υμών 14και αναστάντες οι άρχοντες Μωάβ ήλθον προς Βαλαάκ και είπαν ου θέλει Βαλαάμ πορευθήναι μεθ΄ ημών 15και προσέθετο έτι Βαλαάκ αποστείλαι άρχοντας πλείους και εντιμοτέρους τούτων 16και ήλθον προς Βαλαάμ και λέγουσιν αυτώ τάδε λέγει Βαλαάκ ο του Σεπφώρ αξιώ σε μη οκνήσης ελθείν προς με 17εντίμως γαρ τιμήσω σε και όσα αν είπης μοι ποιήσω σοι και δεύρο επικατάρασαί μοι τον λαόν τούτον 18και απεκρίθη Βαλαάμ και είπε τοις άρχουσι Βαλαάκ εάν δω μοι Βαλαάκ πλήρη τον οίκον αυτού αργυρίου και χρυσίου ου δυνήσομαι παραβήναι το ρήμα κυρίου του θεού ποιήσαι αυτό μικρόν η μέγα 19και νυν υπομείνατε αυτού και υμείς την νύκτα ταύτην και γνώσομαι τι προσθήσει κύριος λαλήσαι προς με 20και ήλθεν ο θεός προς Βαλαάμ νυκτός και είπεν αυτώ ει καλέσαι σε παρείσιν οι άνθρωποι ούτοι αναστάς ακολούθησον αυτοίς αλλά το ρήμα ο αν λαλήσω προς σε τούτο ποιήσεις 21και αναστάς Βαλαάμ τοπρωϊ επέσαξε την όνον αυτού και επορεύθη μετά των αρχόντων Μωάβ

The Angel Opposes Balaam

22και ωργίσθη θυμώ ο θεός ότι επορεύθη αυτός και ανέστη ο άγγελος του θεού επί της οδού ενδιαβάλλειν αυτόν και αυτός επιβεβήκει επί της όνου αυτού και δύο παίδες αυτού μετ΄ αυτού 23και ιδούσα η όνος τον αγγελον του θεού ανθεστηκότα εν τη οδώ και την ρομφαίαν εσπασμένην εν τη χειρί αυτού και εξέκλινεν η όνος εκ της οδού και επορεύετο εις το πεδίον και επάταξε την όνον του ευθύναι αυτήν εν τη οδώ 24και έστη ο άγγελος του θεού εν ταις αύλαξι των αμπέλων φραγμός εντεύθεν και φραγμός εντεύθεν 25και ιδούσα η όνος τον άγγελον του θεού προσέθλιψεν εαυτήν προς τον τοίχον και απέθλιψε τον πόδα Βαλαάμ προς τον τοίχον και προσέθετο έτι μαστίξαι αυτήν 26και προσέθετο ο άγγελος του θεού απελθών και υπέστη εν τόπω στενώ εις ον ουκ ην εκκλίναι δεξιάν η αριστεράν 27και ιδούσα η όνος τον άγγελον του θεού συνεκάθισεν υποκάτω Βαλαάμ και εθυμώθη Βαλαάμ και έτυπτε την όνον εν τη ράβδω 28και ήνοιξεν ο θεός το στόμα της όνου και λέγει τω Βαλαάμ τι πεποίηκά σοι ότι πέπαικάς με τούτο τρίτον 29και είπε Βαλαάμ τη όνω ότι εμπέπαιχάς μοι και ει είχον μάχαιραν εν τη χειρί μου ήδη αν εξεκέντησά σε 30και λέγει η όνος τω Βαλαάμ ουκ εγώ η όνος σου εφ΄ ης επέβαινες από νεότητός σου έως της σήμερον ημέρας μη υπεροράσει υπεριδούσα εποίησά σοι ούτως ο δε είπεν ουχί 31απεκάλυψε δε ο θεός τους οφθαλμούς Βαλαάμ και ορά τον άγγελον κυρίου ανθεστηκότα εν τη οδώ και την μάχαιραν εσπασμένην εν τη χειρί αυτού και κύψας προσεκύνησε τω προσώπω αυτού 32και είπεν αυτώ ο άγγελος του θεού διατί επάταξας την όνον σου τούτο τρίτον και ιδού εγώ εξήλθον εις διαβολήν σου ότι ουκ αστεία η οδός σου εναντίον μου 33και ιδούσά με η όνος εξέκλινεν απ΄ εμού τρίτον τούτο και ει μη εξέκλινεν απ΄ εμού νυν ουν σε μεν αν απέκτεινα εκείνην δ΄ αν περιεποιησάμην 34και είπε Βαλαάμ τω αγγέλω κυρίου ημάρτηκα ου γαρ ηπιστάμην ότι συ μοι ανθέστηκας εν τη οδώ εις συνάντησίν μου και νυν ει μη σοι αρκέσει αποστραφήσομαι 35και είπεν ο άγγελος του θεού προς Βαλαάμ συμπορεύθητι μετά των ανθρώπων πλην το ρήμα ο αν είπω προς σε τούτο φυλάξη λαλήσαι και επορεύθη Βαλαάμ μετά των αρχόντων Βαλαάκ 36και ακούσας Βαλαάκ ότι ήκει Βαλαάμ εξήλθεν εις συνάντησιν αυτώ εις πόλιν Μωάβ η εστιν επί των ορίων Αρνών ο εστιν εκ μέρους των ορίων 37και είπε Βαλαάκ προς Βαλαάμ ουχί απέστειλα προς σε καλέσαι σε διατί ουκ ήρχου προς με όντως ου δυνήσομαι τιμήσαί σε 38και είπε Βαλαάμ προς Βαλαάκ ιδού ήκω προς σε νυν δυνατός ειμι λαλήσαί τι το ρήμα ος αν εμβάλη ο θεός εις το στόμα μου τούτο λαλήσω 39και επορεύθη Βαλαάμ μετά Βαλαάκ και ήλθον εις πόλεις επαύλεων 40και έθυσε Βαλαάκ πρόβατα και μόσχους και απέστειλε τω Βαλαάμ και τοις άρχουσι τοις μετ΄ αυτού 41και εγενήθη πρωϊ και παραλαβών Βαλαάκ τον Βαλαάμ ανεβίβασεν αυτόν επί την στήλην του Βαάλ και έδειξεν αυτώ εκείθεν μέρος τι του λαού
Copyright information for ABPGRK