Numbers 23

CHAPTER 23

Balaam's Parable

1και είπε Βαλαάμ τω Βαλαάκ οικοδόμησόν μοι ενταύθα επτά βωμούς και ετοίμασόν μοι ενταύθα επτά μόσχους και επτά κριούς 2και εποίησε Βαλαάκ ον τρόπον είπεν αυτώ Βαλαάμ και ανήνεγκε μόσχον και κριόν επί τον βωμόν 3και είπε Βαλαάμ προς Βαλαάκ παράστηθι επί της θυσίας σου και πορεύσομαι ει μοι φανείται ο θεός εν συναντήσει και ρήμα ο αν μοι δείξει αναγγελώ σοι και επορεύθη ευθείαν 4και εφάνη ο θεός τω Βαλαάμ και είπε προς αυτόν Βαλαάμ τους επτά βωμούς ητοίμασα και ανεβίβασα μόσχον και κριόν επί τον βωμόν 5και ενέβαλεν ο θεός ρήμα εις το στόμα Βαλαάμ και είπεν επιστραφείς προς Βαλαάκ ούτως λαλήσεις 6και απεστράφη προς αυτόν και όδε εφειστήκει επί των ολοκαυτωμάτων αυτού και πάντες οι άρχοντες Μωάβ μετ΄ αυτού 7και αναλαβών την παραβολήν αυτού είπεν εκ Μεσοποταμίας μετεπέμψατό με Βαλαάκ βασιλεύς Μωάβ εξ ορεών απ΄ ανατολών λέγων δεύρο άρασαί μοι τον Ιακώβ και δεύρο επικατάρασαί μοι τον Ισραήλ 8τι αράσωμαι ον μη αράται κύριος και τι καταράσομαι ον μη καταράται ο θεός 9ότι από κορυφής ορεών όψομαι αυτόν και από βουνών προσνοήσω αυτόν ιδού λαός μόνος κατοικήσει και εν έθνεσιν ου συλλογισθήσεται 10τις εξηκριβάσατο το σπέρμα Ιακώβ και τις εξαριθμήσεται δήμους Ισραήλ αποθάνοι η ψυχή μου εν ψυχαίς δικαίων και γένοιτο το σπέρμα μου ως το σπέρμα τούτου 11και είπε Βαλαάκ προς Βαλαάμ τι πεποίηκάς μοι εις κατάρασιν εχθρών μου κέκληκά σε και ιδού ευλόγηκας ευλογίαν 12και είπε Βαλαάμ προς Βαλαάκ ουχί όσα αν εμβάλη ο θεός εις το στόμα μου τούτο φυλάξω λαλήσαι 13και είπε προς αυτόν Βαλαάκ δεύρο έτι μετ΄ εμού εις τόπον άλλον εξ ου ουκ όψει αυτόν εκείθεν αλλ΄ η μέρος τι αυτού όψει πάντας δε ου μη ίδης και κατάρασαί μοι αυτόν εκείθεν 14και παρέλαβεν αυτόν εις αγρού σκοπιάν επί κορυφήν λελαξευμένου και ωκοδόμησεν εκεί επτά βωμούς και ανεβίβασε μόσχον και κριόν επί τον βωμόν 15και είπε Βαλαάμ προς Βαλαάκ παράστηθι επί της θυσίας σου εγώ δε πορεύσομαι επερωτήσαι τον θεόν 16και συνήντησεν ο θεός τω Βαλαάμ και ενέβαλε ρήμα εις το στόμα αυτού και είπεν αποστράφηθι προς Βαλαάκ και τάδε λαλήσεις 17και απεστράφη προς αυτόν και όδε εφειστήκει επί της ολοκαυτώσεως αυτού και οι άρχοντες Μωάβ μετ΄ αυτού και είπεν αυτώ Βαλαάκ τι ελάλησε κύριος 18και αναλαβών την παραβολήν αυτού είπεν ανάστηθι Βαλαάκ και άκουε ενώτισαι μάρτυς υιός Σεπφώρ 19ουχ ως άνθρωπος ο θεός διαρτηθήναι ουδέ ως υιός ανθρώπου απειληθήναι αυτός είπας ουχί ποιήσει λαλήσει και ουχί εμμενεί 20ιδού ευλογείν παρείλημμαι ευλογήσω και ου μη αποστρέψω 21ουκ έσται μόχθος εν Ιακώβ ουδέ οφθήσεται πόνος εν Ισραήλ κύριος ο θεός αυτού μετ΄ αυτού τα ένδοξα αρχόντων εν αυτώ 22θεός ο εξαγαγών αυτόν εξ Αιγύπτου ως δόξα μονοκέρωτος αυτού 23ου γαρ εστιν οιωνισμός εν Ιακώβ ουδέ μαντεία εν Ισραήλ κατά καιρόν ρηθήσεται Ιακώβ και τω Ισραήλ τι επιτελέσει ο θεός 24ιδού λαός ως σκύμνος αναστήσεται και ως λέων γαυρωθήσεται ου κοιμηθήσεται έως φάγη θήραν και αίμα τραυματιών πίεται 25και είπε Βαλαάκ προς Βαλαάμ ούτε κατάραις καταράση αυτόν ούτε ευλογών μη ευλογήσεις αυτόν 26και αποκριθείς Βαλαάμ είπε τω Βαλαάκ ουκ ελάλησά σοι λέγων το ρήμα ο αν λαλήση ο θεός τούτο ποιήσω 27και είπε Βαλαάκ προς Βαλαάμ δεύρο παραλάβω σε εις τόπον άλλον ει αρέση τω θεώ και κατάρασαί μοι αυτόν εκείθεν 28και παρέλαβε Βαλαάκ τον Βαλαάμ επί κορυφήν του Φογώρ το παρατείνον εις την έρημον 29και είπε Βαλαάμ προς Βαλαάκ οικοδόμησόν μοι ώδε επτά βωμούς και ετοίμασόν μοι ώδε επτά μόσχους και επτά κριούς 30και εποίησε Βαλαάκ καθάπερ είπεν αυτώ Βαλαάμ και ανήνεγκε μόσχον και κριόν επί τον βωμόν
Copyright information for ABPGRK