Numbers 26

CHAPTER 26

Moses and Eleazar Number Israel

και εγένετο μετά την πληγήν και ελάλησε κύριος προς Μωυσήν και προς Ελεάζαρ τον ιερέα λέγων λάβε την αρχήν πάσης συναγωγής υιών Ισραήλ από εικοσαέτους και επάνω κατ΄ οίκους πατριών αυτών πας ο εκπορευόμενος παρατάξασθαι εν Ισραήλ και ελάλησε Μωυσής και Ελεάζαρ ο ιερεύς μετ΄ αυτών εν αραβώθ Μωάβ επί του Ιορδάνου κατά Ιεριχώ λέγων από εικοσαέτους και επάνω ον τρόπον συνέταξε κύριος τω Μωυσή και οι υιοί Ισραήλ οι εξελθόντες εξ Αιγύπτου Ρουβήν πρωτότοκος Ισραήλ υιοί δε Ρουβήν Ενώχ δήμος του Ενώχ του Φαλλού δήμος του Φαλλουεί τω Εσρών δήμος του Εσρωνεί τω Χαρμί δήμος του Χαρμεί ούτοι οι δήμοι Ρουβήν και εγένετο η επίσκεψις αυτών τρεις και τεσσαράκοντα χιλιάδες και επτακόσιοι και τριάκοντα και οι υιοί Φαλλού Ελιάβ και οι υιοί Ελιάβ Ναμουήλ και Δαθάν και Αβειρών ούτοι επίκλητοι της συναγωγής ούτοί εισιν οι επισυστάντες επί Μωυσήν και Ααρών εν τη συναγωγή Κορέ εν τη επισυστάσει κυρίου 10 και ανοίξασα η γη το στόμα αυτής κατέπιεν αυτούς και Κορέ εν τω θανάτω της συναγωγής αυτού ότε κατέφαγε το πυρ τους πεντήκοντα και διακοσίους και εγενήθησαν εν σημείω 11 οι δε υιοί Κορέ ουκ απέθανον 12 και οι υιοί Συμεών ο δήμος των υιών Συμεών τω Ναμουήλ δήμος ο Ναμουηλεί τω Ιαμίν δήμος ο Ιαμεινί τω Ιαχίν δήμος Ιαχεινεί 13 τω Ζαρά δήμος ο Ζαραί τω Σαουλ δήμος ο Σαουλί 14 ούτοι οι δήμοι Συμεών εκ της επισκέψεως αυτών δύο και είκοσι χιλιάδες και διακόσιοι 15 οι υιοί Γαδ κατά δήμους αυτών τω Σαφών δήμος ο Σαφωνί τω Αγγί δήμος ο Αγγί τω Σουνί δήμος ο Σουνεί 16 τω Αζέ δήμος ο Αζενί τω Αδδί δήμος ο Αδδί 17 τω Αοράδ δήμος ο Αοραδί τω Αριήλ δήμος ο Αριηλί 18 ούτοι οι δήμοι υιών Γαδ εξ επισκέψεως αυτών τεσσαράκοντα χιλιάδες και πεντακόσιοι 19 υιοί Ιούδα Ηρ και Αυνάν Σηλώμ και Φαρές και Ζαρά και απέθανεν Ηρ και Αυνάν εν γη Χαναάν 20 και εγένοντο οι υιοί Ιούδα κατά δήμους αυτών τω Σηλώμ δήμος ο Σηλωνί τω Φαρές δήμος ο Φαρεσί τω Ζαρά δήμος ο Ζαραϊ 21 και εγένοντο οι υιοί Φαρές τω Ασρών δήμος ο Ασρωνί τω Αμούλ δήμος ο Αμουλί 22 ούτοι δήμοι τω Ιούδα κατά την επίσκεψιν αυτών εξ και εβδομήκοντα χιλιάδες και πεντακόσιοι 23 και οι υιοί Ισσάχαρ κατά δήμους αυτών τω Θωλά δήμος ο Θωλαεί τω Φουά δήμος ο Φουαί 24 τω Ιασούβ δήμος ο Ιασουβί τω Σαμβράν δήμος ο Σαμβρανί 25 ούτοι δήμοι Ισσάχαρ εξ επισκέψεως αυτών τέσσαρες και εξήκοντα χιλιάδες και τριακόσιοι 26 υιοί Ζαβουλών κατά δήμους αυτών τω Σαρέδ δήμος ο Σαρεδεί τω Αλλών δήμος ο Αλλωνεί τω Αλλήλ δήμος ο Αλληλί 27 ούτοι οι δήμοι Ζαβουλών εξ επισκέψεως αυτών εξήκοντα χιλιάδες και πεντακόσιοι 28 υιοί Ιωσήφ κατά δήμους αυτών Μανασσή και Εφραϊμ 29 υιοί Μανασσή τω Μαχείρ δήμος ο Μαχειρί και Μαχείρ εγέννησε τον Γαλαάδ τω Γαλαάδ δήμος ο Γαλααδί 30 και ούτοι υιοί Γαλαάδ τω Αχιεζέρ δήμος ο Αχιεζερί τω Χελέγ δήμος ο Χελεγί 31 τω Εσριήλ δήμος ο Εσριηλί τω Σιχεμ δήμος ο Σιχεμί 32 τω Σαμαέρ δήμος ο Σαμαερί και τω Οφέρ δήμος ο Οφερί 33 και τω Σαλπαάδ υιώ Οφέρ ουκ εγένοντο αυτώ υιοί αλλ΄ η θυγατέρες και ταύτα τα ονόματα των θυγατέρων Σαλπαάδ Μααλά και Νουά και Έγλα και Μελχά και Θερσά 34 ούτοι οι δήμοι Μανασσή εξ επισκέψεως αυτών δύο και πεντήκοντα χιλιάδες και επτακόσιοι 35 ούτοι υιοί Εφραϊμ τω Σουταλά δήμος ο Σουταλάν τω Βεχέρ δήμος ο Βεχερί τω Ταναί δήμος ο Ταναϊ 36 ούτοι υιοί Σουταλά τω Εδέν δήμος ο Εδενί 37 ούτοι οι δήμοι Εφραϊμ εξ επισκέψεως αυτών δύο και τριάκοντα χιλιάδες και πεντακόσιοι ούτοι οι δήμοι υιών Ιωσήφ κατά δήμους αυτών 38 υιοί Βενιαμίν κατά δήμους αυτών τω Βαλέ δήμος ο Βαλεί τω Ασυβήλ δήμος ο Ασυβηλί τω Ιχειρώμ δήμος ο Αχειρωμί 39 τω Σωφάν δήμος ο Σωφανί τω Οφάμ δήμος ο οφαμί 40 και εγένοντο οι υιοί Βαλέ Άδαρ και Νοεμάν τω Άδαρ δήμος ο Αδαρί τω Νοεμάν δήμος ο Νοεμανί 41 ούτοι οι υιοί Βενιαμίν κατά δήμους αυτών εξ επισκέψεως αυτών πέντε και τεσσαράκοντα χιλιάδες και εξακόσιοι 42 και υιοί Δαν κατά δήμους αυτών τω Σαμεί δήμος ο Σαμεί ούτοι οι δήμοι Δαν κατά δήμους αυτών 43 πάντες οι δήμοι Σαμεί κατ΄ επισκοπήν αυτών τέσσαρες και εξήκοντα χιλιάδες και τετρακόσιοι 44 υιοί Ασήρ κατά δήμους αυτών τω Ιαμίν δήμος ο Ιαμεινί τω Ιεσσουί δήμος ο Ιεσσουί τω Βαριά δήμος ο Βαριαί 45 τω Χοβέρ δήμος ο Χοβερί τω Μελχιήλ δήμος ο Μελχιηί 46 και το όνομα θυγατρός Ασήρ Σάρα 47 ούτοι οι δήμοι Ασήρ εξ επισκέψεως αυτών τρεις και πεντήκοντα χιλιάδες και τετρακόσιοι 48 οι υιοί Νεφθαλίμ κατά δήμους αυτών τω Ασήλ δήμος ο Ασηλί τω Γαυνεί δήμος ο Γαυνεί 49 τω Ιεσέρ δήμος ο Ιεσερί τω Σελήμ δήμος ο Σελημί 50 ούτοι δήμοι Νεφθαλείμ εξ επισκέψεως αυτών πέντε και τεσσαράκοντα χιλιάδες και τετρακόσιοι 51 αύτη η επίσκεψις υιών Ισραήλ εξακόσιαι χιλιάδες και χίλιοι και επτακόσιοι και τριάκοντα 52 και ελάλησε κύριος προς Μωυσήν λέγων 53 τούτοις μερισθήσεται η γη κληρονομείν εξ αριθμού ονομάτων 54 τοις πλείοσι πλεονάσεις την κληρονομίαν και τοις ελάττοσιν ελαττώσεις την κληρονομίαν αυτών εκάστω καθώς επεσκέπησαν δοθήσεται η κληρονομία αυτών 55 διά κλήρων μερισθήσεται η γη τοις ονόμασι κατά φυλάς πατριών αυτών κληρονομήσουσιν 56 εκ του κλήρου μεριείς την κληρονομίαν αυτών αναμέσον πολλών και ολίγων 57 και υιοί Λευί κατά δήμους αυτών τω Γερσών δήμος ο Γερσωνί τω Καάθ δήμος ο Κααθί τω Μεραρί δήμος ο Μεραρί 58 ούτοι οι δήμοι υιών Λευί δήμος ο Λιβενί δήμος ο Χεβρωνί δήμος ο Μολί δήμος ο Μουσί και δήμος ο Κορέ και Καάθ εγέννησε τον Άμβραμ 59 το δε όνομα της γυναικός αυτού Ιωχαβέδ θυγάτηρ Λευί η έτεκε τούτους τω Λευί εν Αιγύπτω και έτεκε τω Άμβραμ τον Ααρών και Μωυσήν και Μαριάμ την αδελφήν αυτών 60 και εγενήθησαν τω Ααρών ο τε Ναδάβ και Αβιού και Ελεάζαρ και Ιθάμαρ 61 και απέθανε Ναδάβ και Αβιού εν τω προσφέρειν αυτούς πυρ αλλότριον έναντι κυρίου εν τη ερήμω Σινά 62 και εγενήθησαν εξ επισκέψεως αυτών τρεις και είκοσι χιλιάδες παν αρσενικόν από μηνιαίου και επάνω ου γαρ συνεπεσκέπησαν εν μέσω των υιών Ισραήλ ότι ου δίδοται αυτοίς κλήρος εν μέσω υιών Ισραήλ 63 και αύτη η επίσκεψις Μωυσή και Ελεάζαρ του ιερέως οι επεσκέψαντο τους υιούς Ισραήλ εν αραβώθ Μωάβ επί του Ιορδάνου κατά Ιεριχώ 64 και εν τούτοις ουκ ην άνθρωπος των επεσκεμμένων υπό Μωυσή και Ααρών ους επεσκέψαντο τους υιούς Ισραήλ εν τη ερήμω Σινά 65 ότι είπε κύριος αυτοίς θανάτω αποθανούνται εν τη ερήμω και ου κατελείφθη εξ αυτών ουδέ εις πλην Χαλέβ υιός Ιεφονή και Ιησούς ο του Ναυή
Copyright information for ABPGRK