Numbers 28

CHAPTER 28

The Law Regarding Offerings and Sacrifices

1και ελάλησε κύριος προς Μωυσήν λέγων 2έντειλαι τοις υιοίς Ισραήλ και ερείς προς αυτούς λέγων τα δώρά μου δόματά μου καρπώματά μου εις οσμήν ευωδίας διατηρήσετε προσφέρειν μοι εν ταις εορταίς μου 3και ερείς προς αυτούς ταύτα τα καρπώματα α προσάξετε κυρίω αμνούς ενιαυσίους αμώμους δύο την ημέραν εις ολοκαύτωσιν ενδελεχώς 4τον αμνόν τον ένα ποιήσεις τοπρωϊ και τον αμνόν τον δεύτερον ποιήσεις το προς εσπέραν 5και ποιήσεις το δέκατον του οίφι σεμίδαλιν εις θυσίαν αναπεποιημένην εν ελαίω τετάρτω του ιν 6ολοκαύτωμα ενδελεχισμού η γενομένη εν τω όρει Σινά εις οσμήν ευωδίας κυρίω 7και σπονδήν αυτού το τέταρτον του ιν τω αμνώ τω ενί εν τω αγίω σπείσεις σπονδήν σικέρα κυρίω 8και τον αμνόν τον δεύτερον ποιήσεις το προς εσπέραν κατά την θυσίαν αυτού και κατά την σπονδήν αυτού ποιήσετε εις οσμήν ευωδίας κυρίω 9και τη ημέρα των σαββάτων προσάξετε δύο αμνούς ενιαυσίους αμώμους και δύο δέκατα σεμιδάλεως αναπεποιημένης εν ελαίω εις θυσίαν και σπονδήν αυτού 10ολοκαύτωμα σαββάτων εν τοις σαββάτοις επί της ολοκαυτώσεως της διαπαντός και την σπονδήν αυτού 11και εν ταις νεομηνίαις προσάξετε ολοκαύτωμα τω κυρίω μόσχους εκ βοών δύο και κριόν ένα αμνούς ενιαυσίους επτά αμώμους 12τρία δέκατα σεμιδάλεως αναπεποιημένης εν ελαίω τω μόσχω τω ενί και δύο δέκατα σεμιδάλεως αναπεποιημένης εν ελαίω τω κριώ τω ενί 13και δέκατον σεμιδάλεως αναπεποιημένης εν ελαίω τω αμνώ τω ενί θυσίαν οσμήν ευωδίας κάρπωμα κυρίω 14τη σπονδή αυτών το ήμισυ του ιν έσται τω μόσχω τω ενί και το τρίτον του ιν έσται τω κριώ τω ενί και το τέταρτον του ιν έσται τω αμνώ τω ενί οίνου τούτο το ολοκαύτωμα μήνα εκ μηνός εις τους μήνας του ενιαυτού 15και χίμαρον εξ αιγών ένα περί αμαρτίας κυρίω επί της ολοκαυτώσεως της διαπαντός ποιηθήσεται και η σπονδή αυτού 16και εν τω μηνί τω πρώτω τεσσαρεσκαιδεκάτη ημέρα του μηνός πάσχα κυρίω 17και τη πεντεκαιδεκάτη ημέρα του μηνός τούτου εορτή επτά ημέρας άζυμα έδεσθε 18και η ημέρα η πρώτη επίκλητος αγία έσται υμίν παν έργον λατρευτόν ου ποιήσετε 19και προσάξετε ολοκαυτώματα κάρπωμα κυρίω μόσχους εκ βοών δύο κριόν ένα αμνούς ενιαυσίους επτά άμωμοι έσονται υμίν 20και θυσία αυτών σεμίδαλις αναπεποιημένη εν ελαίω τρία δέκατα τω μόσχω τω ενί και δύο δέκατα τω κριώ τω ενί 21δέκατον δέκατον ποιήσεις τω αμνώ τω ενί τοις επτά αμνοίς 22και χίμαρον εξ αιγών ένα περί αμαρτίας εξιλάσασθαι περί υμών 23πλην της ολοκαυτώσεως της διαπαντός της πρωϊνης ο εστιν ολοκαύτωμα ενδελεχισμού 24ταύτα κατά ταύτα ποιήσετε την ημέραν εις τας επτά ημέρας δώρον κάρπωμα οσμήν ευωδίας κυρίω επί του ολοκαυτώματος του διαπαντός ποιήσεις την σπονδήν αυτού 25και η ημέρα η εβδόμη κλητή αγία έσται υμίν παν έργον λατρευτόν ου ποιήσετε εν αυτή 26και τη ημέρα των νέων όταν προσφέρητε θυσίαν νέαν κυρίω των εβδομάδων επίκλητος αγία έσται υμίν παν έργον λατρευτόν ου ποιήσετε 27και προσάξετε ολοκαυτώματα εις οσμήν ευωδίας κυρίω μόσχους εκ βοών δύο κριόν ένα επτά αμνούς ενιαυσίους αμώμους 28η θυσία αυτών σεμίδαλις αναπεποιημένη εν ελαίω τρία δέκατα τω μόσχω τω ενί και δύο δέκατα τω κριώ τω ενί 29δέκατον δέκατον τω αμνώ τω ενί τοις επτά αμνοίς 30και χίμαρον εξ αιγών ένα περί αμαρτίας εξιλάσασθαι περί υμών 31πλην του ολοκαυτώματος του διαπαντός και την θυσίαν αυτών ποιήσετέ μοι άμωμοι έσονται υμίν και αι σπονδαί αυτών
Copyright information for ABPGRK