Numbers 32

CHAPTER 32

Reuben and Gad Claim their Land

1και κτήνη πλήθος ην τοις υιοίς Ρουβήν και τοις υιούς Γαδ πλήθος πολύ σφόδρα και είδον την χώραν Ιαζήρ και την χώραν Γαλαάδ και ην ο τόπος τόπος κτήνεσι 2και προσελθόντες οι υιοί Ρουβήν και οι υιοί Γαδ είπαν προς Μωυσήν και προς Ελεάζαρ τον ιερέα και προς τους άρχοντας της συναγωγής λέγοντες 3Αταρώθ και Δεβών και Ιαζήρ και Ναμβρών και Εσεβών και Ελεαλή και Σεβαμά και Ναβαύ και Βαϊαν 4την γην ην παρέδωκε κύριος ενώπιον των υιών Ισραήλ γη κτηνοτρόφος εστί και τοις παισί σου κτήνη υπάρχει 5και έλεγον ει εύρομεν χάριν ενώπιόν σου δοθήτω η γη αύτη τοις οικέταις σου εν κατασχέσει και μη διαβιβάσης ημάς τον Ιορδάνην 6και είπε Μωυσής τοις υιοίς Γαδ και τοις υιοίς Ρουβήν οι αδελφοί υμών πορεύσονται εις τον πόλεμον και υμείς καθήσεσθε αυτού 7και ινατί διαστρέφετε τας διανοίας των υιών Ισραήλ μη διαβήναι εις την γην ην κύριος δίδωσιν αυτοίς 8ουχ ούτως εποίησαν οι πατέρες υμών ότε απέστειλα αυτούς εκ Κάδης Βαρνή κατανοήσαι την γην 9και ανέβησαν φάραγγα βότρυος και κατενόησαν την γην και απέστησαν την καρδίαν των υιών Ισραήλ όπως μη εισέλθωσιν εις την γην ην έδωκεν αυτοίς κύριος 10και ωργίσθη θυμώ κύριος εν τη ημέρα εκείνη και ώμοσε λέγων 11ει όψονται οι άνθρωποι ούτοι οι αναβάντες εξ Αιγύπτου από εικοσαέτους και επάνω οι επιστάμενοι το αγαθόν και το κακόν την γην ην ώμοσα τω Αβραάμ και Ισαάκ και Ιακώβ ου γαρ συνεπηκολούθησαν οπίσω μου 12πλην Χαλέβ υιός Ιεφονή ο διακεχωρισμένος και Ιησούς ο του Ναυί ότι συνεπηκολούθησαν οπίσω κυρίου 13και ωργίσθη θυμώ κύριος επί τον Ισραήλ και κατερρέμβευσεν αυτούς εν τη ερήμω τεσσαράκοντα έτη έως εξανηλώθη πάσα η γενεά οι ποιούντες τα πονηρά έναντι κυρίου 14ιδού ανέστητε αντί των πατέρων υμών σύστρεμμα ανθρώπων αμαρτωλών προσθείναι έτι επί τον θυμόν της οργής κυρίου επί τον Ισραήλ 15ότι αποστραφήσεσθε απ΄ αυτού προσθείναι έτι καταλιπείν αυτόν εν τη ερήμω και ανομήσετε εις όλην την συναγωγήν ταύτην 16και προσήλθον αυτώ και έλεγον επαύλεις προβάτων οικοδομήσομεν ώδε τοις κτήνεσιν ημών και πόλεις ταις αποσκευαίς ημών 17και ημείς ενοπλισάμενοι προφυλακή πρότεροι των υιών Ισραήλ έως αν αγάγωμεν αυτούς εις τον εαυτών τόπον και κατοικήσει η αποσκευή ημών εν πόλεσι τετειχισμέναις διά τους κατοικούντας την γην 18ου μη αποστραφώμεν εις τας οικίας ημών έως αν καταμειρισθώσιν οι υιοί Ισραήλ έκαστος εις την κληρονομίαν αυτού 19και ουκέτι κληρονομήσομεν εν αυτοίς από του πέραν του Ιορδάνου και επέκεινα ότι απέχομεν τους κλήρους ημών εν τω πέραν του Ιορδάνου εν ανατολαίς 20και είπε προς αυτούς Μωυσής εάν ποιήσητε κατά το ρήμα τούτο εάν εξοπλίσησθε έναντι κυρίου εις πόλεμον 21και παρελεύσεται υμών πας οπλίτης τον Ιορδάνην έναντι κυρίου έως εκτριβή ο εχθρός αυτού από προσώπου αυτού 22και κατακυριευθή η γη έναντι κυρίου και μετά ταύτα αποστραφήσεσθε και έσεσθε αθώοι έναντι κυρίου και από Ισραήλ και έσται η γη αύτη υμίν εν κατασχέσει έναντι κυρίου 23εάν δε μη ποιήσητε ούτως αμαρτήσεσθε έναντι κυρίου και γνώσεσθε την αμαρτίαν υμών όταν υμάς καταλάβη τα κακά 24και οικοδομήσετε υμίν αυτοίς πόλεις τη αποσκευή υμών και επαύλεις τοις κτήνεσιν υμών και το εκπορευόμενον εκ του στόματος υμών ποιήσετε 25και είπαν οι υιοί Ρουβήν και οι υιοί Γαδ προς Μωυσήν λέγοντες οι παίδές σου ποιήσουσι καθά ο κυριός ημών εντέλλεται 26η αποσκευή ημών και αι γυναίκες ημών και αι κτήσεις ημών και πάντα τα κτήνη ημών έσονται εκεί εν ταις πόλεσι Γαλαάδ 27οι δε παίδές σου παρελεύσονται πάντες ενωπλισμένοι και εκτεταγμένοι έναντι κυρίου εις τον πόλεμον ον τρόπον ο κύριος λέγει 28και συνέστησεν αυτοίς Μωυσής Ελεάζαρ τον ιερέα και Ιησούν υιόν Ναυί και τους άρχοντας πατριών των φυλών υιών Ισραήλ 29και είπε προς αυτούς Μωυσής εάν διαβώσιν οι υιοί Ρουβήν και οι υιοί Γαδ μεθ΄ υμών τον Ιορδάνην πας ενωπλισμένος εις πόλεμον έναντι κυρίου και κατακυριεύσητε της γης απέναντι υμών και δώσετε αυτοίς την γην Γαλαάδ εν κατασχέσει 30εάν δε μη διαβώσιν ενωπλισμένοι μεθ΄ υμών εις τον πόλεμον έναντι κυρίου και διαβιβάσετε την αποσκευήν αυτών και τας γυναίκας αυτών και τα κτήνη αυτών πρότερα υμών εις γην Χαναάν και συγκατακληρονομηθήσονται εν υμίν εν τη γη Χαναάν 31και απεκρίθησαν οι υιοί Ρουβήν και οι υιοί Γαδ λέγοντες όσα ο κύριος λέγει τοις θεράπουσιν αυτού ούτως ποιήσωμεν 32ημείς διαβησόμεθα ενωπλισμένοι έναντι κυρίου εις γην Χαναάν και δώσετε την κατάσχεσιν ημών εν τω πέραν του Ιορδάνου

Moses Distributes Land

33και έδωκεν αυτοίς Μωυσής τοις υιοίς Γαδ και τοις υιοίς Ρουβήν και τω ημίσει φυλής Μανασσή υιών Ιωσήφ την βασιλείαν Σηών βασιλέως Αμορραίων και την βασιλείαν Ωγ βασιλέως της Βασάν την γην και τας πόλεις συν τοις ορίοις αυτής πόλεις της γης κύκλω 34και ωκοδόμησαν οι υιοί Γαδ την Δεβών και την Αταρώθ και την Αροήρ 35και την Σοφάρ και την Ιαζήρ και ύψωσαν αυτάς 36και την Βηθιαμράμ και την Βαιθαρράν πόλεις οχυράς και επαύλεις προβάτων 37και οι υιοί Ρουβήν ωκοδόμησαν την Εσεβών και την Ελεαλή και την Καριαθαϊμ 38και την Ναβώθ και την Βεελμεών περικεκυκλωμένας και την Σεβαμά και επωνόμασαν κατά τα ονόματα αυτών τα ονόματα των πόλεων ας ωκοδόμησαν 39και επορεύθη υιός Μαχείρ υιόυ Μανασσή εις Γαλαάδ και έλαβεν αυτήν και απώλεσε τον Αμορραίον τον κατοικούντα εν αυτή 40και έδωκε Μωυσής την Γαλαάδ τω Μαχείρ υιώ Μανασσή και κατώκησεν εκεί 41και Ιαϊρ ο του Μανασσή επορεύθη και έλαβε τας επαύλεις αυτών και επωνόμασεν αυτάς επαύλεις Ιαϊρ 42και Ναβαύ επορεύθη και έλαβε την Καάθ και τας κώμας αυτής και επωνόμασεν αυτάς Ναβώθ εκ του ονόματος αυτού
Copyright information for ABPGRK