Numbers 33

CHAPTER 33

Moses Recounts the Exodus

1και ούτοι οι σταθμοί των υιών Ισραήλ ως εξήλθον εκ γης Αιγύπτου συν δυνάμει αυτών εν χειρί Μωυσή και Ααρών 2και έγραψε Μωυσής τας απάρσεις αυτών και τους σταθμούς αυτών διά ρήματος κυρίου και ούτοι οι σταθμοί της πορείας αυτών 3απήραν εκ Ραμεσσή τω μηνί τω πρώτω τη πεντεκαιδεκάτη ημέρα του μηνός του πρώτου τη επαύριον του πάσχα εξήλθον οι υιοί Ισραήλ εν χειρί υψηλή εναντίον πάντων των Αιγυπτίων 4και οι Αιγύπτιοι εθαπτόν εξ αυτών τους τεθνηκότας πάντας όσους επάταξε κύριος παν πρωτότοκον εν γη Αιγύπτω και εν τοις θεοίς αυτών εποίησε την εκδίκησιν κύριος 5απάραντες δε οι υιοί Ισραήλ εκ Ραμεσσή παρενέβαλον εις Σοκχώθ 6και απήραν εκ Σοκχώθ και παρενέβαλον εις Βουθάν ο εστι μέρος τι της ερήμου 7και απήραν εκ Βουθάν και παρενέβαλον επί το στόμα Ερώθ ο έστιν απέναντι Βεελσεπφών και παρενέβαλον απέναντι Μαγδωλού 8και απήραν απέναντι Ερώθ και διέβησαν μέσον της θαλάσσης εις την έρημον και επορεύθησαν οδόν τριών ημερών διά της ερήμου αυτοί και παρενέβαλον εν πικρίαις 9και απήραν εκ πικριών και ήλθον εις Αιλίμ και εν Αιλίμ δώδεκα πηγαί υδάτων και εβδομήκοντα στελέχη φοινίκων και παρενέβαλον εκεί παρά το ύδωρ 10και απήραν εξ Αιλίμ και παρενέβαλον επί θάλασσαν ερυθράν 11και απήραν από θαλάσσης ερυθράς και παρενέβαλον εις την έρημον Σιν 12και απήραν εκ της ερήμου Σιν και παρενέβαλον εις Ραφακά 13και απήραν εκ Ραφακά και παρενέβαλον εν Αιλούς 14και απήραν εξ Αιλούς και παρενέβαλον εν Ραφιδίν και ουκ ην εκεί ύδωρ τω λαώ πιείν 15και απήραν εκ Ραφιδίν και παρενέβαλον εν τη ερήμω Σινά 16και απήραν εκ της ερήμου Σινά και παρενέβαλον εν μνήμασι της επιθυμίας 17και απήραν εκ μνημάτων της επιθυμίας και παρενέβαλον εν Ασηρώθ 18και απήραν εξ Ασηρώθ και παρενέβαλον εν Ραθαμά 19και απήραν εκ Ραθαμά και παρενέβαλον εν Ρεμών Φάρες 20και απήραν εκ Ρεμών Φάρες και παρενέβαλον εν Λεβωνά 21και απήραν εκ Λεβωνά και παρενέβαλον εις Ρεσσά 22και απήραν εκ Ρεσσά και παρενέβαλον εις Μακελάθ 23και απήραν εκ Μακελάθ και παρενέβαλον εις Αρσαφάρ 24και απήραν εκ Αρσαφάρ και παρενέβαλον εις Χαραδαϊ 25και απήραν εκ Χαραδαϊ και παρενέβαλον εις Μακηλώθ 26και απήραν εκ Μακηλώθ και παρενέβαλον εις Καταάθ 27και απήραν εκ Καταάθ και παρενέβαλον εις Θαράθ 28και απήραν εκ Θαράθ και παρενέβαλον εις Μαθεκκά 29και απήραν εκ Μαθεκκά και παρενέβαλον εις Ασσεμωνά 30και απήραν εκ Ασσεμωνά και παρενέβαλον εις Μασουρούθ 31και απήραν εκ Μασουρούθ και παρενέβαλον εις Μανιακάν 32και απήραν εκ Βανακκάν και παρενέβαλον εις το όρος Γαδιγάδ 33και απήραν εκ του όρους Γαδιγάδ και παρενέβαλον εις Ετεμαθά 34και απήραν εξ Ετεμαθά και παρενέβαλον εις Εβρωνά 35και απήραν εξ Εβρωνά και παρενέβαλον εις Γασιών Γαβέρ 36και απήραν εκ Γασιών Γαβέρ και παρενέβαλον εν τη ερήμω Σιν και απήραν εκ της ερήμου Σιν αυτή εστι Κάδης 37και απήραν εκ Κάδης και παρενέβαλον εις Ωρ το όρος πλησίον γης Εδώμ 38και ανέβη Ααρών ο ιερεύς εις το όρος διά προστάγματος κυρίου και απέθανεν εκεί εν τω τεσσαρακοστώ έτει της εξόδου των υιών Ισραήλ εκ γης Αιγύπτου τω μηνί τω πέμπτω μία του μηνός 39και Ααρών ην τριών και είκοσι και εκατόν ετών ότε απέθνησκεν εν Ωρ τω όρει 40και ακούσας ο Χανανίς βασιλεύς Αράδ και ούτος κατώκει εν γη Χαναάν ότε εισεπορεύοντο οι υιοί Ισραήλ 41και απήραν εξ Ωρ του όρους και παρενέβαλον εις Σαλμωνά 42και απήραν εκ Σαλμωνά και παρενέβαλον εις Φινώ 43και απήραν εκ Φινώ και παρενέβαλον εν Οβώθ 44και απήραν εξ Οβώθ και παρενέβαλον εν Γαϊ εν τω πέραν επί των ορίων Μωάβ 45και απήραν εκ Γαϊ και παρενέβαλον εις Δαιβών Γαδ 46και απήραν εκ Δαιβών Γαδ και παρενέβαλον εις Γελμών Δεβλααθαϊμ 47και απήραν εκ Γελμών Δεβλααθαϊμ και παρενέβαλον επί τα όρη τα Αβαρίμ απέναντι Ναβαύ 48και απήραν από των ορεών Αβαρίμ και παρενέβαλον επί δυσμών Μωάβ επί του Ιορδάνου κατά Ιεριχώ 49και παρενέβαλον παρά τον Ιορδάνην αναμέσον Αισιμώθ έως Αβελσατίμ κατά δυσμάς Μωάβ 50και ελάλησε κύριος προς Μωυσήν επί δυσμών Μωάβ παρά τον Ιορδάνην κατά Ιεριχώ λέγων 51λάλησον τοις υιοίς Ισραήλ και ερείς προς αυτούς υμείς διαβαίνετε τον Ιορδάνην εις γην Χαναάν 52και απολείτε πάντας τους κατοικούντας εν τη γη προ προσώπου υμών και εξαρείτε τας σκοπιάς αυτών και πάντα τα είδωλα τα χωνευτά αυτών απολείτε αυτά και πάσας τας στήλας αυτών εξαρείτε 53και απολείτε τους κατοικούντας την γην και κατοικήσετε εν αυτή υμίν γαρ δέδωκα την γην αυτών εν κλήρω 54και κατακληρονομήσετε την γην εν κλήρω κατά φυλάς υμών τοις πλείοσι πληθυνείτε την κατάσχεσιν αυτών και τοις ελάττοσιν ελαττώσετε την κατάσχεσιν αυτών εις ο αν εξέλθη το όνομα αυτού εκεί αυτού έσται κατά φυλάς πατριών υμών κληρονομήσετε 55εάν δε μη απολέσητε τους κατοικούντας επί της γης από προσώπου υμών και έσται ους εάν καταλίπητε εξ αυτών σκόλοπες εν τοις οφθαλμοίς υμών και βολίδες εν ταις πλευραίς υμών και εχθρεύσουσιν υμίν επί της γης εφ΄ ην υμείς κατοικήσετε 56και έσται καθότι διεγνώκειν ποιήσαι αυτούς ποιήσω υμίν
Copyright information for ABPGRK