Philippians 4

CHAPTER 4

Stand Firm in The Lord

ώστε αδελφοί μου αγαπητοί και επιπόθητοι χαρά και στέφανός μου ούτως στήκετε εν κυρίω αγαπητοί Ευοδίαν παρακαλώ και Συντύχην παρακαλώ το αυτό φρονειν εν κυρίω ναι ερωτώ και σε σύζυγε γνήσιε συλλαμβάνου αυταίς αίτινες εν τω ευαγγελίω συνήθλησάν μοι μετά και Κλήμεντος και των λοιπών συνεργών μου ων τα ονόματα εν βίβλω ζωης χαίρετε εν κυρίω πάντοτε πάλιν ερώ χαίρετε το επιεικές υμών γνωσθήτω πάσιν ανθρώποις ο κύριος εγγύς μηδέν μεριμνάτε αλλ΄ εν παντί τη προσευχή και τη δεήσει μετά ευχαριστίας τα αιτήματα υμών γνωριζέσθω προς τον θεόν και η ειρήνη του θεού η υπερέχουσα πάντα νουν φρουρήσει τας καρδίας υμών και τα νοήματα υμών εν χριστώ Ιησού

Consider These Virtues

το λοιπόν αδελφοί όσα εστίν αληθή όσα σεμνά όσα δίκαια όσα αγνά όσα προσφιλή όσα εύφημα ει τις αρετή και ει τις έπαινος ταύτα λογίζεσθε α και εμάθετε και παρελάβετε και ηκούσατε και είδετε εν εμοί ταύτα πράσσετε και ο θεός της ειρήνης έσται μεθ΄ υμών 10 εχάρην δε εν κυρίω μεγάλως ότι ήδη ποτέ ανεθάλετε το υπέρ εμού φρονείν εφ΄ ω και εφρονείτε ηκαιρείσθε δε 11 ουχ ότι καθ΄ υστέρησιν λέγω εγώ γαρ έμαθον εν οις ειμί αυτάρκης είναι 12 οίδα και ταπεινούσθαι οίδα και περισσεύειν εν παντί και εν πάσι μεμύημαι και χορτάζεσθαι και πεινάν και περισσεύειν και υστερείσθαι 13 πάντα ισχύω εν τω ενδυναμούντί με χριστώ 14 πλην καλώς εποιήσατε συγκοινωνήσαντές μου τη θλίψει 15 οίδατε δε και υμείς Φιλιππήσιοι ότι εν αρχή του ευαγγελίου ότε εξήλθον από Μακεδονίας ουδεμία μοι εκκλησία εκοινώνησεν εις λόγον δόσεως και λήψεως ει μη υμείς μόνοι 16 ότι και εν Θεσσαλονίκη και άπαξ και δις εις την χρείαν μοι επέμψατε 17 ουχ ότι επιζητώ το δόμα αλλ΄ επιζητώ τον καρπόν τον πλεονάζοντα εις λόγον υμών 18 απέχω δε πάντα και περισσεύω πεπλήρωμαι δεξάμενος παρά Επαφροδίτου τα παρ΄ υμών οσμήν ευωδίας θυσίαν δεκτήν ευάρεστον τω θεώ

God will Fill all your Need

19 ο δε θεός μου πληρώσει πάσαν χρείαν υμών κατά τον πλούτον αυτού εν δόξη εν χριστώ Ιησού 20 τω δε θεώ και πατρί ημών η δόξα εις τους αιώνας των αιώνων αμήν 21 ασπάσασθε πάντα άγιον εν χριστώ Ιησού ασπάζονται υμάς οι συν εμοί αδελφοί 22 ασπάζονται υμάς πάντες οι άγιοι μάλιστα δε οι εκ της Καίσαρος οικίας 23 η χάρις του κυρίου ημων Ιησού χριστού μετά πάντων υμών αμήν
Copyright information for ABPGRK