Proverbs 1

CHAPTER 1

Wisdom

παροιμίαι Σολομώντος υιόυ Δαυίδ ος εβασίλευσεν εν Ισραήλ γνώναι σοφίαν και παιδείαν νοήσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφάς λόγων και λύσεις αινιγμάτων νοήσαί τε δικαιοσύνην αληθή και κρίμα κατευθύνειν ίνα δω ακάκοις πανουργίαν παιδί δε νέω αίσθησίν τε και έννοιαν των δε γαρ ακούσας σοφός σοφώτερος έσται ο δε νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολήν και σκοτεινόν λόγον ρήσεις τε σοφών και αινίγματα αρχή σοφίας φόβος κυρίου σύνεσις δε αγαθή πάσι τοις ποιούσιν αυτήν ευσέβεια δε εις θεόν αρχή αισθήσεως σοφίαν δε και παιδείαν ασεβείς εξουθενήσουσιν άκουε υιέ νόμους πατρός σου και μη απώση θεσμούς μητρός σου στέφανον γαρ χαρίτων δέξη ση κορυφή και κλοιόν χρύσεον περί σω τραχήλω 10 υιέ μη σε πλανήσωσιν άνδρες ασεβείς μηδέ βουληθής 11 εάν παρακαλέσωσί σε λέγοντες ελθέ μεθ΄ ημών κοινώνησον αίματος κρύψωμεν δε εις γην άνδρα δίκαιον αδίκως 12 καταπίωμεν δε αυτόν ώσπερ άδης ζώντα και άρωμεν αυτού την μνήμην εκ γης 13 την κτήσιν αυτού την πολυτελή καταλαβώμεθα πλήσωμεν δε οίκους ημετέρους σκύλων 14 τον δε σον κλήρον βάλε εν ημίν και μαρσίππιον εν γενηθήτω ημίν 15 μη πορευθής οδούς μετ΄ αυτών έκκλινον τον πόδα σου εκ των τρίβων αυτών 16 οι γαρ πόδες αυτών εις κακίαν τρέχουσι και ταχινοί εισι του εκχέαι αίμα 17 ου γαρ αδίκως εκτείνονται δίκτυα πτερωτοίς 18 αυτοί γαρ οι φόνου μετέχοντες θησαυρίζουσιν εαυτοίς κακά 19 αύται αι οδοί εισι πάντων των συντελούντων τα άνομα τη γαρ ασεβεία την εαυτών ψυχήν αφαιρούνται 20 σοφία εν εξόδοις υμνείται εν δε πλατείαις παρρησίαν άγει 21 επ΄ άκρων δε τειχέων κηρύσσεται επί δε πύλαις πόλεως θαρρούσα λέγει 22 όσον αν χρόνον άκακοι έχωνται της δικαιοσύνης ουκ αισχυνθήσονται οι δε άφρονες της ύβρεως όντες επιθυμηταί ασεβείς γενόμενοι εμίσησαν αίσθησιν 23 και υπεύθυνοι εγένοντο ελέγχοις ιδού προήσομαι υμίν εμής πνοής ρήσιν διδάξω δε υμάς τον εμόν λόγον 24 επειδή εκάλουν και ουχ υπηκούσατε και εξέτεινον λόγους και ου προσείχετε 25 αλλά ακύρους εποιείτε εμάς βουλάς τοις δε εμοίς ελέγχοις ου προσείχετε 26 τοιγαρούν καγώ τη υμετέρα απωλεία επιγελάσομαι καταχαρούμαι δε ηνίκα αν έρχηται υμίν όλεθρος 27 και ως αν αφίκηται υμίν άφνω θόρυβος η δε καταστροφή ομοίως καταιγίδι παρή η όταν έρχηται υμίν θλίψις και πολιορκία 28 έσται γαρ όταν επικαλέσησθέ με εγώ δε ουκ εισακούσομαι υμών ζητήσουσί με κακοί και ουχ ευρήσουσιν 29 εμίσησαν γαρ σοφίαν τον δε φόβον κυρίου ου προείλαντο 30 ουδέ ήθελον εμαίς προσέχειν βουλαίς εμυκτήριζον δε εμούς ελέγχους 31 τοιγαρούν έδονται της εαυτών οδού τους καρπούς και της εαυτών ασεβείας πλησθήσονται 32 ανθ΄ ων γαρ ηδίκουν νηπίους φονευθήσονται και εξετασμός ασεβείς ολεί 33 ο δε εμού ακούων κατασκηνώσει επ΄ ελπίδι και ησυχάσει αφόβως από παντός κακού
Copyright information for ABPGRK