Proverbs 10

CHAPTER 10

The Just and the Impious

1υιός σοφός ευφραίνει πατέρα υιός δε άφρων λύπη τη μητρί 2ουκ ωφελήσουσι θησαυροί ανόμους δικαιοσύνη δε ρύσεται εκ θανάτου 3ου λιμοκτονήσει κύριος ψυχήν δικαίαν ζωήν δε ασεβών ανατρέψει 4πενία άνδρα ταπεινοί χείρες δε ανδρείων πλουτίζουσιν υιός πεπαιδευμένος σοφός έσται τω δε άφρονι διακόνω χρήσεται 5διεσώθη από καύματος υιός νοήμων ανεμόφθορος δε γίνεται εν αμητώ υιός παράνομος 6ευλογιά κυρίου επί κεφαλήν δικαίου στόμα δε ασεβών καλύψει πένθος άωρον 7μνήμη δικαίου μετ΄ εγκωμίου όνομα δε ασεβούς σβέννυται 8σοφός καρδία δέξεται εντολάς ο δε άστεγος χείλεσι σκολιάζων υποσκελισθήσεται 9ος πορεύεται απλώς πορεύεται πεποιθώς ο δε διαστρέφων τας οδούς αυτού γνωσθήσεται 10ο εννεύων οφθαλμόν μετά δόλου συνάγει ανδράσι λύπας ο δε ελέγχων μετά παρρησίας ειρηνοποιεί 11πηγή ζωής εν χειρί δικαίου στόμα δε ασεβούς καλύψει απώλεια 12μίσος εγειρεί νείκος πάντας δε τους μη φιλονεικούντας καλύπψει φιλία 13ος εκ χειλέων προφέρει σοφίαν ράβδω τύπτει άνδρα ακάρδιον 14σοφοί κρύψουσιν αίσθησιν στόμα δε προπετούς εγγίζει συντριβή 15κτήσις πλουσίων πόλις οχυρά συντριβή δε ασεβών πενία 16έργα δικαίων ζωήν ποιεί καρπός δε ασεβών αμαρτίας 17οδούς ζωής φυλάσσει παιδεία παιδεία δε ανεξέλεγκτος πλανάται 18καλύπτουσιν έχθραν χείλη δίκαια οι δε εκφέροντες λοιδορίας αφρονέστατοί εισιν 19εκ πολυλογίας ουκ εκφεύξη αμαρτίαν φειδόμενος δε χειλέων νοήμων έση 20άργυρος πεπυρωμένος γλώσσα δικαίου καρδία δε ασεβούς εκλείψει 21χείλη δικαίων επίσταται υψηλά οι δε άφρονες εν ενδεία τελευτώσιν 22ευλογία κυρίου επί κεφαλήν δικαίου αύτη πλουτίζει και ου μη προστεθή αυτή λύπη εν καρδία 23εν γέλωτι άφρων πράσσει κακά η δε σοφία ανδρί τίκτει φρόνησιν 24εν απωλεία ασεβής περιφέρεται επιθυμία δε δικαίου δεκτή 25παραπορευομένης καταιγίδος αφανίζεται ο ασεβής δίκαιος δε εκκλίνας σώζεται εις τον αιώνα 26ώσπερ όμφαξ οδούσι βλαβερόν και καπνός όμμασιν ούτως παρανομία τοις χρωμένοις αυτή 27φόβος κυρίου προστίθησιν ημέρας έτη δε ασεβών ολιγωθήσεται 28εγχρονίζει δικαίοις ευφροσύνη ελπίς δε ασεβών όλλυται 29οχύρωμα οσίου φόβος κυρίου συντριβή δε τοις εργαζομένοις κακά 30δίκαιος εις τον αιώνα ουκ ενδώσει ασεβείς δε ουκ οικήσουσι γην 31στόμα δικαίου αποστάζει σοφίαν γλώσσα δε αδίκου εξολείται 32χείλη ανδρών δικαίων αποστάζει χάριτας στόμα δε ασεβών αποστρέφεται
Copyright information for ABPGRK