Proverbs 12

CHAPTER 12

The Way of Righteousness Leads to Life

1ο αγαπών παιδείαν αγαπά αίσθησιν ο δε μισών ελέγχους άφρων 2κρείσσων ο ευρών χάριν παρά κυρίω ανήρ δε παράνομος παρασιωπηθήσεται 3ου κατορθώσει άνθρωπος εξ ανόμου αι δε ρίζαι των δικαίων ουκ εξαρθήσονται 4γυνή ανδρεία στέφανος τω ανδρί αυτής ώσπερ δε εν ξύλω σκώληξ ούτως άνδρα απόλλυσι γυνή κακοποιός 5λογισμοί δικαίων κρίματα κυβερνώσι δε ασεβείς δόλους 6λόγοι ασεβών δόλιοι εις αίμα στόμα δε ορθών ρύσεται αυτούς 7ου εάν στραφή ο ασεβής αφανίζεται οίκοι δε δικαίων παραμενούσι 8στόμα συνετού εγκωμιάζεται υπό ανδρός νωθροκάρδιος δε μυκτηρίζεται 9κρείσσων ανήρ εν ατιμία δουλεύων εαυτώ η τιμήν εαυτώ περιτιθείς και προσδεόμενος άρτου 10δίκαιος οικτείρει ψυχάς κτηνών αυτού τα δε σπλάγχνα των ασεβών ανελεήμονα 11ο εργαζόμενος την εαυτού γην εμπλησθήσεται άρτων οι δε διώκοντες μάταια ενδεείς φρενών ος εστιν ηδύς εν οίνων διατριβαίς εν τοις εαυτού οχυρώμασι καταλείψει ατιμίαν 12επιθυμίαι ασεβών κακαί αι δε ρίζαι των ευσεβών εν οχυρώμασι 13διά αμαρτίαν χειλέων εμπίπτει εις παγίδας αμαρτωλός εκφεύγει δε εξ αυτών δίκαιος 14από καρπών στόματος ψυχή ανδρός πλησθήσεται αγαθών ανταπόδομα δε χειλέων αυτού αποδοθήσεται αυτώ 15οδοί αφρόνων ορθαί ενώπιον αυτών εισακούει δε συμβουλίας σοφός 16άφρων αυθήμερον εξαγγέλλει οργήν αυτού κρύπτει δε την εαυτού ατιμίαν πανούργος 17επιδεικνυμένην πίστιν απαγγέλλει δίκαιος ο δε μάρτυς των αδίκων δόλιος 18εισίν οι λέγοντες τιτρώσκουσιν ως μάχαιρα γλώσσαι δε σοφών ιώνται 19χείλη αληθινά κατορθοί μαρτυρίαν μάρτυς δε ταχύς γλώσσαν έχει άδικον 20δόλος εν καρδία τεκταινομένου κακά οι δε βουλόμενοι ειρήνην ευφρανθήσονται 21ουκ αρέσει τω δικαίω ουδέν άδικον οι δε ασεβείς πλησθήσονται κακών 22βδέλυγμα κυρίω χείλη ψευδή ο δε ποιών πίστεις δεκτός παρ΄ αυτώ 23ανήρ συνετός θρόνος αισθήσεως καρδία δε αφρόνων συναντήσεται αραίς 24χειρ εκλεκτών κρατήσει ευχερώς δόλιοι δε έσονται εις προνομήν 25φοβερός λόγος καρδίαν ταράσσει ανδρός αγγελία δε αγαθή ευφραίνει αυτόν 26επιγνώμων δίκαιος εαυτού φίλος έσται αμαρτάνοντας δε καταδιώξεται κακά η δε οδός των ασεβών πλανήσει αυτούς 27ουκ επιτεύξεται δόλιος θήρας κτήμα δε τίμιον ανήρ καθαρός 28εν οδοίς δικαιοσύνης ζωή οδοί δε μνησικάκων εις θάνατον
Copyright information for ABPGRK