Proverbs 14

CHAPTER 14

Two Ways

σοφαί γυναίκες ωκοδόμησαν οίκους η δε άφρων κατέσκαψε ταις χερσίν αυτής ο πορευόμενος ορθώς φοβείται τον κύριον ο δε σκολιάζων ταις οδοίς αυτού ατιμασθήσεται εκ στόματος αφρόνων βακτηρία ύβρεως χείλη δε σοφών φυλάσσει αυτούς ου μη εισί βόες φάτναι καθαραί ου δε πολλά γεννήματα φανερά βοός ισχύς μάρτυς πιστός ου ψεύδεται εκκαίει δε ψευδή μάρτυς άδικος ζητήσεις σοφίαν παρά κακοίς και ουχ ευρήσεις αίσθησις δε παρά φρονίμοις ευχερής πάντα εναντία ανδρί άφρονι όπλα δε αισθήσεως χείλη σοφά σοφία πανούργων επιγνώσεται τας οδούς αυτών άνοια δε αφρόνων εν πλάνη οικίαι παρανόμων οφειλήσουσι καθαρισμόν οικίαι δε δικαίων δεκταί 10 καρδία ανδρός αισθητική λυπηρά ψυχή αυτού όταν δε ευφραίνηται ουκ επιμίγνυται ύβρει 11 οικίαι ασεβών αφανισθήσονται σκηναί δε κατορθούντων στήσονται 12 έστιν οδός η δοκεί ορθή είναι παρά ανθρώποις τα δε τελευταία αυτής έρχεται εις πυθμένα άδου 13 εν ευφροσύναις ου προσμίγνυται λύπη τελευταία δε χαράς εις πένθος έρχεται 14 των εαυτού οδών πλησθήσεται θρασυκάρδιος από δε των διανοημάτων αυτού ανήρ αγαθός 15 άκακος πιστεύει παντί λόγω πανούργος δε έρχεται εις μετάνοιαν 16 σοφός φοβηθείς εξέκλινεν από κακού ο δε άφρων εαυτώ πεποιθώς μίγνυται ανόμω 17 οξύθυμος πράσσει μετά αβουλίας ανήρ δε φρόνιμος πολλά υποφέρει 18 μεριούνται άφρονες κακίαν οι δε πανούργοι κρατήσουσιν αισθήσεως 19 ολισθήσουσι κακοί έναντι αγαθών και ασεβείς θεραπεύσουσι θύρας δικαίων 20 φίλοι μισήσουσι φίλους πτωχούς φίλοι δε πλουσίων πολλοί 21 ο ατιμάζων πένητας αμαρτάνει ελεών δε πτωχούς μακαριστός 22 πλανώμενοι τεκταίνουσι κακά έλεον δε και αλήθειαν τεκταίνουσιν αγαθοί ουκ επίστανται έλεον και πίστιν τέκτονες κακών ελεημοσύναι δε και πίστεις παρά τέκτοσιν αγαθοίς 23 εν παντί μεριμνώντι ένεστι περισσόν ο δε ηδύς και ανάλγητος εν ενδεία έσται 24 στέφανος σοφών πλούτος αυτών η δε διατριβή αφρόνων κακή 25 ρύσεται κακών ψυχήν μάρτυς πιστός εκκαίει δε ψευδή δόλιος 26 εν φόβω κυρίου ελπίς ισχύος τοις δε τέκνοις αυτού καταλείπει έρεισμα 27 πρόσταγμα κυρίου πηγή ζωής ποιεί δε εκκλίνειν εκ παγίδος θανάτου 28 εν πολλώ έθνει δόξα βασιλέως εν δε εκλείψει λαού συντριβή δυνάστου 29 μακρόθυμος ανήρ πολύς εν φρονήσει ο δε ολιγόψυχος ισχυρώς άφρων 30 πραύθυμος ανήρ καρδίας ιατρός σης δε οστέων καρδία αισθητική 31 ο συκοφαντών πένητα παροξύνει τον ποιήσαντα αυτόν ο δε τιμών αυτόν ελεεί πτωχόν 32 εν κακία αυτού απωσθήσεται ασεβής ο πεποιθώς τη εαυτού οσιότητι δίκαιος 33 εν καρδία αγαθή ανδρός αναπαύσεται σοφία εν δε καρδία αφρόνων ου διαγινώσκεται 34 δικαιοσύνη υψοί έθνος ελασσονούσι δε φυλάς αμαρτίαι 35 δεκτός βασιλεί υπηρέτης νοήμων τη δε εαυτού ευστροφία αφαιρείται ατιμίαν
Copyright information for ABPGRK