Proverbs 17

CHAPTER 17

Wisdom Keeps One from Trouble

κρείσσων ψωμός μεθ΄ ηδονής εν ειρήνη η οίκος πλήρης πολλών αγαθών και αδίκων θυμάτων μετά μάχης οικέτης νοήμων κρατήσει δεσποτών αφρόνων εν δε αδελφοίς διελείται μέρη ώσπερ δοκιμάζεται εν καμίνω άργυρος και χρυσός ούτως εκλεκταί καρδίαι παρά κυρίω κακός υπακούει γλώσσης παρανόμων άδικος δε προσέχει χείλεσι ψεύδεσιν ο καταγελών πτωχού παροξύνει τον ποιήσαντα αυτόν ο δε επιχαίρων απολλυμένω ουκ αθωωθήσεται ο δε επισπλαγχνιζόμενος ελεηθήσεται στέφανος γερόντων τέκνα τέκνων καύχημα δε τέκνων πατέρες αυτών του πιστού όλος ο κόσμος των χρημάτων του δε απίστου ουδέ οβολός ουχ αρμόσει άφρονι χείλη πιστά ουδέ δικαίω χείλη ψευδή μισθός χαρίτων παιδεία τοις χρωμένοις ου δ΄ αν επιστρέψη ευοδωθήσεται ος κρύπτει αδικήματα ζητεί φιλίαν ος δε μισεί κρύπτειν διϊστησι φίλους και οικείους 10 συντρίβει απειλή καρδίαν φρονίμου άφρων δε μαστιγωθείς ουκ αισθάνεται 11 αντιλογίας εγείρει πας κακός ο δε κύριος άγγελον ανελεήμονα εκπέμψει αυτώ 12 εμπεσείται μέριμνα ανδρί νοήμονι οι δε άφρονες διαλογιούνται κακά 13 ος αποδίδωσι κακά αντί αγαθών ου κινηθήσεται κακά εκ του οίκου αυτού 14 εξουσίαν δίδωσι λόγοις αρχή δικαιοσύνης προηγείται δε της ενδείας στάσις και μάχη 15 ος δίκαιον κρίνει τον άδικον άδικον δε τον δίκαιον ακάθαρτος και βδελυκτός παρά θεώ 16 ινατί υπήρξε χρήματα άφρονι κτήσασθαι γαρ σοφίαν ακάρδιος ου δυνήσεται ος υψηλόν ποιεί τον εαυτού οίκον ζητεί συντριβήν ο δε σκολιάζων του μαθείν εμπεσείται εις κακά 17 εις πάντα καιρόν ο φίλος υπαρχέτω σοι αδελφοί εν ανάγκαις χρήσιμοι έστωσαν τούτου γαρ χάριν γεννώνται 18 ανήρ άφρων επικροτεί και επιχαίρει εαυτώ ως και ο εγγυώμενος εγγύη τον εαυτού φίλον 19 φιλαμαρτήμων χαίρει μάχαις 20 ο δε σκληροκάρδιος ου συναντά αγαθοίς ανήρ ευμετάβολος γλώσση εμπεσείται εις κακά 21 καρδία δε άφρονος οδύνη τω κεκτημένω αυτήν ουκ ευφραίνεται πατήρ εφ΄ υιώ απαιδεύτω υιός δε φρόνιμος ευφραίνει μητέρα αυτού 22 καρδία ευφραινομένη ευεκτείν ποιεί ανδρός δε λυπηρού ξηραίνεται τα οστά 23 λαμβάνοντος δώρα εν κόλποις αδίκως ου κατευοδούνται αι οδοί ασεβής δε εκκλίνει οδούς δικαιοσύνης 24 πρόσωπον συνετόν ανδρός σοφού οι δε οφθαλμοί του άφρονος επ΄ άκρα γης 25 οργή πατρί υιός άφρων και οδύνη τη τεκούση αυτού 26 ζημιούν άνδρα δίκαιον ου καλόν ουδέ όσιον επιβούλευειν δυνάσταις δικαίοις 27 ος φείδεται ρήμα προέσθαι σκληρόν επιγνώμων μακρόθυμος δε ανήρ φρόνιμος 28 ανοήτω επερωτήσαντι σοφία λογισθήσεται ενεόν δε τις εαυτόν ποιήσας δόξει φρόνιμος είναι
Copyright information for ABPGRK