Proverbs 19

CHAPTER 19

The Fear of The LORD Leads to Life

1κρείσσων εστί πτωχός πορευόμενος εν απλότητι αυτού η στρεβλός τοις χείλεσιν αυτού και αυτός ανόητος 2και γε χωρίς επιστήμης ψυχή ουκ αγαθή και ο σπεύδων τοις ποσίν αμαρτάνει 3αφροσύνη ανδρός λυμαίνεται τας οδούς αυτού τον δε θεόν αιτιάται τη καρδία αυτού 4πλούτος προστίθησι φίλους πολλούς ο δε πτωχός και από του υπάρχοντος φίλου λείπεται 5μάρτυς ψευδής ουκ ατιμώρητος έσται ο δε εγκαλών αδίκως ου διαφεύξεται 6πολλοί θεραπεύουσι πρόσωπα βασιλέως πας δε ο κακός γίνεται όνειδος ανδρί 7πας ος αδελφόν πτωχόν μισεί και φιλίας μακράν έσται έννοια αγαθή τοις ειδόσιν αυτήν εγγιεί ανήρ δε φρόνιμος ευρήσει αυτήν ο πολλά κακοποιών τελεσιουργεί κακίας ος δε ερεθίζει λόγοις ου σωθήσεται 8ο κτώμενος φρόνησιν αγαπά εαυτόν ος δε φυλάσσει φρόνησιν ευρήσει αγαθά 9μάρτυς ψευδής ουκ ατιμώρητος έσται ος δ΄ αν εκκαύσει κακίαν απολείται υπ΄ αυτής 10ου συμφέρει άφρονι τρυφή και εάν οικέτης άρξηται μεθ΄ ύβρεως δυναστεύειν 11ελεήμων ανήρ μακροθυμεί το δε καύχημα αυτού επέρχεται παρανόμοις 12βασιλέως απειλή ομοία βρυγμώ λέοντος ώσπερ δε δρόσος επί χόρτω ούτως το ιλαρόν αυτού 13αισχύνη πατρί υιός άφρων και ουχ αγναί ευχαί από μισθώματος εταίρας 14οίκον και ύπαρξιν μερίζουσι πατέρες παισί παρά δε κυρίου αρμόζεται γυνή ανδρί 15δειλία κατέχει ανδρόγυνον ψυχή δε αεργού πεινάσει 16ος φυλάσσει εντολήν τηρεί την εαυτού ψυχήν ο δε καταφρονών των εαυτού οδών απολείται 17δανείζει θεώ ο ελεών πτωχόν κατά δε το δόμα αυτού ανταποδώσει αυτώ 18παίδευε υιόν σου ούτω γαρ έσται εύελπις εις δε ύβριν μη επαίρου τη ψυχή 19κακόφρων ανήρ πολλά ζημιωθήσεται εάν δε λοιμεύηται και την ψυχήν αυτού προσθήσει 20άκουε υιέ παιδείαν πατρός σου ίνα σοφός γένη επ΄ εσχάτων σου 21πολλοί λογισμοί εν καρδία ανδρός η δε βουλή του κυρίου εις τον αιώνα μένει 22καρπός ανδρί ελεημοσύνη κρείσσων δε πτωχός δίκαιος η πλούσιος ψεύστης 23φόβος κυρίου εις ζωήν ανδρί ο δε άφοβος αυλισθήσεται εν τόποις ου ουκ επισκοπείται γνώσις 24ο εγκρύπτων εις τον κόλπον αυτού χείρας αδίκως ουδέ τω στόματι ου μη προσαγάγη αυτάς 25λοιμού μαστιγουμένου άφρων πανουργότερος έσται εάν δε ελέγχης άνδρα φρόνιμον νοήσει αίσθησιν 26ο ατιμάζων πατέρα και απωθούμενος μητέρα αυτού καταισχυνθήσεται και επονείδιστος έσται 27υιός απολειπόμενος φυλάξαι παιδείαν πατρός μελετήσει ρήσεις κακάς 28ο εγγυώμενος παίδα άφρονα καθυβρίσει δικαίωμα στόμα δε ασεβών καταπίεται κρίσεις 29ετοιμάζονται ακολάστοις μάστιγες και τιμωρίαι ομοίως άφροσιν
Copyright information for ABPGRK